Ancient Greek
1.163.2
Melissus, Testimonia 1.163.2
Unproofread scanNot analysed yet
6. [HIPP.] de nat. hom. 1 [VI 94 L.] ἀλλ’ ἔμοιγε δοκέουσι οἱ τοιούτοι ἄνθρωποι αὐτοὺς ἑαυτοὺς καταβάλλειν ἐν τοῖσι ὀνόμασι τῶν λόγων αὐτῶν [l. ἀντίοισιν ὀνόμασι τῷι λόγῳι αὐτῶι] ὑπὸ ἀσυνείσης, τὸν δὲ Μελίσσου λόγον ὀρθοῦν. GAL. z. d. St. XV 29 φανερώς οὖν ἐν τούτῳι τῷι λόγῳι παντὶ τοῖς ἐν τι μόνον τῶν τεττάρων στοιχείων ἡγοιμένοις εἶναι τὸν ἄνθρωπον ἀντιλέγει καὶ φησιν αὐτοὺς ἀμαρτάνειν. ὅτι γὰρ μηδὲν ἀποδεικνύουσιν ἐσχάτως ἀπίθανος ἢν ὁ λόγος αὐτῶν. ἐν μὲν γὰρ τῶν τεττάρων εἶναι τὸν ἄνθρωπον οὐ κατασκευάζουσι, τὸν δὲ Μελίσσου λόγον ὀρθοῦσιν ἡγοιμένου μὲν ἐν εἶναι καὶ αὐτοῦ τοῦτο [l. τούτου], οὐ μὴν ἐκ τῶν τεττάρων γ’ ἐν τι τούτων ἀέρος καὶ γῆς, ὕδατός τε καὶ πυρός. ἔοικε δὲ ὁ ἄνηρ οὗτος ἐννοῆσαι μὲν εἶναι τινα οὐσίαν κοινὴν ὑποβεβλημένην τοῖς τέτταροι στοιχείοις ἀγέννητόν τε καὶ ἀφθαρτον, ἣν οἱ μετ’ αὐτὸν ὅλην ἐκάλεισαν, οὐ μὴν διηρθρωμένως γε δυνηθῆναι τοῦτο δηλῶσαι. ταύτην δ’ οὖν αὐτὴν τὴν οὐσίαν ὀνομάζει τὸ ἐν καὶ τὸ πᾶν.