Ancient Greek
2.157.4
Melissus, Testimonia 2.157.4
Unproofread scanNot analysed yet
20 8. ARIST. phys. Δ 6. 213b 12 Μ. μὲν οὖν καὶ δεῖκνυσιν ὅτι τὸ πᾶν ἀκίνητον ἐκ τούτων· εἰ γὰρ κινῆσεται, ἀνάγκη εἶναι, φησί, κενόν, τὸ δὲ κενὸν οὐ τῶν ὄντων. de gen. et cor. A 8. 325a 2 ἐνίοις γὰρ τῶν ἀρχαίων ἐδοξε τὸ ὂν ἐξ ἀνάγκης ἐν εἶναι καὶ ἀκίνητον· τὸ μὲν γὰρ κενὸν οὐκ ὂν, κινηθῆναι δ᾽ οὐκ ἂν δύνασθαι μὴ ὄντος κενοῦ κεχωρισμένου. οὐδ᾽ αὐ πολλά εἶναι μὴ ὄντος τοῦ διεργόντος. τοῦτο δ᾽ 25 οὐδὲν διαφέρειν, εἰ τις οἴεται μὴ συνεχὲς εἶναι τὸ πᾶν ἀλλ᾽ ἄπτεσθαι διηρημένον, τοῦ φάναι πολλά καὶ μὴ ἓν εἶναι καὶ κενόν. εἰ μὲν γὰρ πᾶντῃ διαιρετόν, οὐθὲν εἶναι ἓν, ὥστε οὐδὲ πολλά, ἀλλὰ κενὸν τὸ ὅλον· εἰ δὲ τῇ μέν, τῇ δὲ μή, πεπλασμένωι τινὶ τοῦτ᾽ ἐοικέναι· μέχρι πόσου γὰρ καὶ διὰ τί τὸ μὲν οὕτως ἔχει τοῦ ὅλου