Ancient Greek
2.164.5 to 2.164.17
Melissus, Testimonia 2.164.5-17
Unproofread scanNot analysed yet
οὐδὲν ὅμοῖον εἶναι, ἀλλ’ ὁ τε σίδηρος σκληρὸς ἔὼν τῷ δακτύλῳ κατατρίβεσθαι ὁμοῦ ῥέων, καὶ χρυσὸς καὶ λίθος καὶ ἄλλο ὅ τι ἰσχυρὸν δοκεῖ εἶναι πᾶν, ἐξ ὑδατός τε γῆ καὶ λίθος γίνεσθαι· ὥστε συμβαίνει μήτε ὁρᾶν μήτε τὰ ὄντα γινώσκειν. (4) οὐ τοίνυν ταῦτα ἀλλήλοις ὁμολογεῖ. φαμένοις γὰρ εἶναι πολλὰ καὶ αἴδια καὶ εἴδη τε καὶ ἰσχύν ἔχοντα, πάντα ἑτεροιοῦσθαι ἡμῖν δοκεῖ καὶ μεταπίπτειν ἐκ τοῦ ἑκάστοτε ὁρωμένου. (5) δῆλον τοίνυν, ὅτι οὐκ ὀρθῶς ἑωρώμεν, οὐδὲ ἑκεῖνα πολλὰ ὀρθῶς δοκεῖ εἶναι· οὐ γὰρ ἂν μετέπιπτεν, εἰ ἀληθὴ ἦν· ἀλλ’ ἦν οἷόν περ ἑδόκει ἑκάστον τοιούτον. τοῦ γὰρ ἑόντος ἀληθινοῦ κρεῖσσον οὐδέν. (6) ἦν δὲ μεταπέση, τὸ μὲν ἑὸν ἀπώλετο, τὸ δὲ οὐκ ἑὸν γέγονεν. οὕτως οὖν, εἰ πολλὰ εἴη, τοιαῦτα χρὴ εἶναι, οἷόν περ τὸ ἑν.