Ancient Greek · ~17 min
Dfhg-Source dfhg3_MEMNON
MEMNON, Fragmenta Fragment IV.1
Not analysed yet
Τὴν δὲ ἀρχὴν διαδεξάμενος Διονύσιος ηὔξησε ταύτην, Πέρσας ἐπὶ Γρανικῷ τοῦ Ἀλεξάνδρου μάχῃ καταγωνισαμένου καὶ παρασχόντος ἄδειαν τοῖς βουλομένοις αὔξειν τὰ ἑαυτῶν, τῆς τέως ἐμποδὼν πᾶσιν ἱσταμένης Περσικῆς ἰσχύος ὑποστελλομένης. Ὕστερον δὲ ποικίλας ὑπέστη περιστάσεις, μάλιστά γε τῶν τῆς Ἡρακλείας φυγάδων πρὸς ἀλέξανδρον περιφανῶς ἤδη τῆς Ἀσίας κρατοῦντα διαπρεσβευομένων καὶ κάθοδον λαὶ τὴν τῆς πόλεως πάτριον δημοκρατίαν ἐξαιτουμένων. Δι ̓ ἅπερ ἐγγὺς μὲν κατέστη τοῦ ἐκπεσεῖν τῆς ἀρχῆς· καὶ ἐξέπεσεν, ἄν, εἰ μὴ συνέσει πολλῇ καὶ ἀγχινοίᾳ καὶ τῇ τῶν ὑπηκόων εὐνοίᾳ καὶ θεραπείᾳ Κλεοπάτρας τοὺς ἀπειληθέντας αὐτῷ πολέμους διέφυγε, τὰ μὲν ὑπείκων καὶ τὴν ὀργὴν ἐκλύων καὶ μεθοδεύων ταῖς ἀναβολαῖς, τά δὲ ἀντιπαρασκευαζόμενος. (2) Ἐπεὶ δὲ ἢ θανάτῳ ἢ νόσῳ κατὰ Βαβυλῶνα γεγονὼς Ἀλέξανδρος τὸν Βίον διέδραμεν, Εὐθυμίας μὲν ὁ Διονύσιος ἄγαλμα τὴν ἀγγελίαν ἀκούσας ἱδρύσατο, παθὼν τῇ πρώτῃ προσβολῇ τῆς φήμης ὑπὸ τῆς πολλῆς χαρᾶς, ὅσα ἂν ἡ σφόδρα λύπη δράσειε· μικροῦ γὰρ περιτραπεὶς εἰς τὸ πεσεῖν ὑπήχθη, καὶ ἄνους ὤφθη γενόμενος. (3) Περδίκκα δὲ τῶν ὅλων ἐπιστάντος, οἱ μὲν τῆς Ἡρακλείας φυγάδες πρὸς τὰ αὐτὰ καὶ τοῦτον παρώξυνον. Διονύσιος δὲ ταῖς ὁμοίαις μεθόδοις χρώμενος ἐπὶ ξυροῦ ἀκμῆς πολλοὺς κινδύνους κατ ̓ αὐτοῦ συστάντας πάντας διέδρασεν. Ἀλλ ̓ ὁ μὲν Περδίκκας ὑπὸ τῶν ἀρχομένων μοχθηρὸς γεγονὼς ἀνῄρηται, καὶ αἱ τῶν φυγάδων ἐλπίδες ἐσβέννυντο· Διονυσίῳ δὲ πανταχόθεν τὰ πράγματα πρὸς τὸ εὐδαιμονέστερον μετεβάλοντο. (4) Ἡ δὲ πλείστη ῥοπὴ τῆς εὐδαιμονίας ὁ δεύτερος αὐτῷ κατέστη γάμος. Ἠγάγετο μὲν γὰρ Ἄμαστριν· αὕτη δὲ ἦν Ὀξάθρου θυγάτηρ· ἀδελφὸς δὲ ἦν οὗτος Δαρείου, ὃν καθελὼν Ἀλέξανδρος Στάτειραν τὴν αὐτοῦ θυγατέρα γυναῖκα ἠγάγετο, ὡς εἶναι τὰς γυναῖκας ἀλλήλαις ἀνεψιὰς, ἔχειν δέ τι πρὸς ἑαυτὰς καὶ φίλτρον ἐξαίρετον, ὅ τὸ συντρόφους ὑπάρξαι ταύταις ἐνέφυσεν. (5) Ἀλλὰ ταύτην τὴν Ἄμαστριν Κρατέρῳ (τῶν φιλουμένων ἦν οὗτος ὡς μάλιστα) συναρμόζει· Ἀλεξάνδρου δὲ ἐξ ἀνθρώπων ἀποπτάντος καὶ Κρατέρου πρὸς Φίλαν τὴν Ἀντιπάτρου ἀποκλίναντος, γνώμῃ τοῦ λιπόντος Διονυσίῳ ἡ Ἄμαστρις συνοικίζεται. (6) Ἐξ οὗ ἐπὶ μέγα ἡ ἀρχὴ αὐτῷ διήρθη πλούτου τε περιβολῇ τῇ διὰ τῆς ἐπιγαμίας προστεθείσῃ καὶ ἰδίᾳ φιλοκαλίᾳ. Καὶ γὰρ καὶ τὴν τοῦ Διονυσίου πᾶσαν ἐπισκευὴν τοῦ Σικελίας τυραννήσαντος αὐτὸν ἐπῆλθε ἐζωνήσασθαι, τῆς ἀρχῆς ἐκείνου διαφθαρείσης. (7) Οὐ ταῦτα δὲ μόνον αὐτῷ τὴν ἀρχὴν ἐπεκράτυνεν, ἀλλὰ καὶ εὐπραγία καὶ εὔνοια τῶν ὑπηκόων, καὶ πολλῶν ὧν οὐκ ἐκράτει πρότερον ἡ κυριότης. Καὶ Ἀντιγόνῳ δὲ τὴν Ἀσίαν κατέχοντι λαμπρῶς συμμαχήσας, ὁπότε τὴν Κύπρον ἐπολιόρκει, τὸν ἀδελφιδοῦν Πτολεμαῖον (στρατηγὸς δὲ οὗτος ἦν τῶν περὶ τὸν Ἑλλήσποντον) φιλοτιμίας ἀμοιβὴν εὕρατο παρ ̓ Ἀντιγόνῳ γαμβρὸν λαβεῖν ἐπὶ θυγατρί· ἡ δὲ παῖς ἐκ προτέρων ἦν αὐτῷ γεγενημένη γάμων. Οὕτω γοῦν εἰς μέγα δόξης ἀνελθὼν, καὶ τὸν τύραννον ἀπαξιώσας, τὸ βασιλέως ἀντέλαβεν ὄνομα. (8) Φόβων δὲ καὶ φροντίδων ἐλευθεριάσας, καὶ ταῖς καθημεριναῖς τρυφαῖς ἐνδιαιτηθεὶς, ἐξωγκώθη τε τὸ σῶμα καὶ τοῦ κατὰ φύσιν πολὺ πλέον ἐλιπάνθη. Ὑφ ̓ ὧν οὐ μόνον περὶ τὴν ἀρχὴν ῥᾳθύμως εἶχεν, ἀλλὰ καὶ ἐπειδὰν ἀφυπνώσειε, βελόναις μακραῖς τὸ σῶμα διαπειρόμενος (τοῦτο γὰρ ἄκος μόνον τοῦ κάρου καὶ τῆς ἀναισθησίας ὑπελείπετο) μόλις τῆς κατὰ τὸν ὕπνον καταφορᾶς ἐξανίστατο. (9) Τεκνωσάμενος δὲ γʹ παῖδας ἐκ τῆς Ἀμάστριος, Κλέαρχον, Ὀξάθρην καὶ θυγατέρα ὁμώνυμον τῇ μητρὶ, μέλλων τελευτᾶν ταύτην τε τῶν ὅλων δέσποιναν καταλιμπάνει καὶ τῶν παίδων κομιδῆ νηπίων ὄντων σύν τισιν ἑτέροις ἐπίτροπον, Βιοὺς μὲν ἔτη εʹ καὶ νʹ, ὧν ἐπὶ ἀρχῆς λʹ ἐγνωρίζετο, πραότατος ἐν αὐτῇ, ὡς εἴρηται, γεγονὼς καὶ τὸ Χρηστὸς ἐπίκλησιν ἐκ τῶν ἠθῶν ἐνεγκάμενος, καὶ πολὺν πόθον τοῖς ὑπὸ χεῖρα καὶ πένθος λιπών. (10) Οὐδὲν δὲ ἧττον καὶ μετὰ τὴν ἐκείνου ἐξ ἀνθρώπων ἀναχώρησιν τὰ τῆς πόλεως πρὸς εὐδαιμονίας ἐφέρετο, Ἀντιγόνου τῶν τε παίδων Διονυσίου καὶ τῶν πολιτῶν οὐ παρέργως προνοουμένου. Ἐκείνου δὲ πρὸς ἕτερα τὰς φροντίδας τρεψαμένου, Λυσίμαχος πάλιν τῶν περὶ Ἡράκλειαν καὶ τῶν παίδων ἐπεμελεῖτο, ὃς καὶ Ἄμαστριν ποιεῖται γυναῖκα, καὶ κατ ̓ ἀρχὰς μὲν λίαν ἔστερξε, πραγμάτων δὲ αὐτῷ προσπεσόντων, αὐτὴν μὲν ἐν Ἡρακλείᾳ λείπει, αὐτὸς δ ̓ εἴχετο τῶν ἐπειγόντων. Εἰς Σάρδεις δὲ μετ ̓ οὐ πολὺν χρόνον, τῶν πολλῶν πόνων ῥαΐσας, μετεπέμψατο ταύτην, καὶ ἔστεργεν ὁμοίως. Ὕστερον δὲ πρὸς τὴν θυγατέρα Πτολεμαίου τοῦ Φιλαδέλφου (Ἀρσινόη δὲ ἦν τὸ ὄνομα) τὸν ἔρωτα μεταθεὶς, διαζυγῆναι τὴν Ἄμαστριν αὐτοῦ παρέσχεν αἰτίαν, καὶ καταλιποῦσαν τοῦτον καταλαβεῖν τὴν Ἡράκλειαν. Ἐγείρει δὲ αὕτη παραγενομένη καὶ συνοικίζει πόλιν Ἄμαστριν.