Ancient Greek
Dfhg-Source dfhg3_MEMNON
MEMNON, Fragmenta Fragment III
Not analysed yet
Ὁ δὲ Τιμόθεος παραλαβὼν τὴν ἀρχὴν, οὕτω ταύτην ἐπὶ τὸ πραότερον καὶ δημοκρατικώτερον μετερρύθμιζεν, ὡς μηκέτι τύραννον ἀλλ ̓ εὐεργέτην αὐτὸν, οἷς ἔπραττε, καὶ σωτῆρα ὀνομάζεσθαι. Τά τε γὰρ χρέα τοῖς δανεισταῖς παρ ̓ ἑαυτοῦ διελύσατο, καὶ τοῖς χρῄζουσι πρὸς τὰς ἐμπορίας καὶ τὸν ἄλλον βίον τόκων ἄνευ ἐπήρκεσε, καὶ τῶν δεσμωτηρίων οὐ τοὺς ἀνευθύνους μόνον ἀλλὰ καὶ τοὺς ἐν αἰτίαις διηφίει. Καὶ δικαστὴς ἀκριβὴς ἦν ὁμοῦ καὶ φιλάνθρωπος, καὶ τὰ ἄλλα χρηστὸς, καὶ τὰς ὑποθέσεις οὐκ ἀπιστούμενος. Ἐφ ̓ οἷς καὶ τὸν ἀδελφὸν Διονύσιον τὰ τε ἄλλα πατρικῶς περιεῖπεν, καὶ κοινωνὸν μὲν εἶχεν αὐτίκα τῆς ἀρχῆς, ἐχομένως δὲ καὶ διάδοχον. (2) Οὐ μὴν ἀλλὰ γὰρ καὶ πρὸς τὰς πολεμικὰς τῶν πράξεων ἀνδρείως ἐφέρετο, μεγαλόφρων δὲ ἦν καὶ γενναῖος σῶμα καὶ ψυχὴν, ἀλλὰ καὶ πρὸς τὰς τῆς μάχης διαλύσεις εὐγνώμων τε καὶ οὐκ ἄχαρις· πράγματα μὲν συνιδεῖν ἱκανὸς, ἐξικέσθαι δὲ πρὸς τὰ συνεωραμένα δραστήριος, οἰκτίρμων τε τὸ ἦθος καὶ χρηστὸς, καὶ τῇ μὲν εὐτολμίᾳ δεινῶς ἀπότομος, τῇ δὲ μετριότητι φιλάνθρωπός τε καὶ μειλίχιος. Διὸ σφόδρα μὲν περιὼν τοῖς πολεμίοις φοβερὸς ἦν, καὶ πάντες αὐτὸν κατωρρώδουν, ἐπειδὰν ἀπεχθάνοιτο, τοῖς δ ̓ ἀρχομένοις γλυκύς τε καὶ ἥμερος. Ἔνθεν καὶ τελευτῶν πόθον αὑτοῦ κατέλιπε πολὺν, καὶ πένθος ἤγειρε τῷ πόθῳ ἐνάμιλλον. (3) Ὁ δὲ τούτου ἀδελφὸς Διονύσιος καίει μὲν τὸ σῶμα πολυτελῶς, σπένδει δὲ αὐτῷ καὶ τὰ ἀπὸ βλεφάρων δάκρυα καὶ τὰς ἀπὸ τῶν σπλάγχνων οἰμωγὰς, ἐπιτελεῖ δὲ καὶ ἀγῶνας ἱππικοὺς, οὐχ ἱππικοὺς δὲ μόνον, ἀλλὰ καὶ σκηνικοὺς καὶ θυμελικοὺς καὶ γυμνικούς· τοὺς μὲν αὐτίκα, τοὺς δὲ λαμπροτέρους καὶ ὕστερον. Ἀλλὰ ταῦτα μὲν ἡ θʹ καὶ ιʹ τοῦ Μέμνονος, ὡς ἐν ἐπιδρομῇ φάναι, διαγράφει ἱστορία.