Ancient Greek
Dfhg-Source dfhg3_MEMNON
MEMNON, Fragmenta Fragment L
Not analysed yet
Λαβὼν οὖν ἃς εἶχεν ὁ Τριάριος, καὶ Ῥοδίους εἴκοσι ναῦς, ὧν σύμπαν τὸ πλῆθος εἰς τρεῖς καὶ τεσσαράκοντα ἐτέλει, εἰς τὸν Πόντον διαβαίνει, καὶ μηνύει Κόττᾳ καὶ τὸν καιρὸν καὶ τὴν ἄφιξιν. Ὑπὸ δὲ τὴν αὐτὴν ἡμέραν Κόττας τε τοῖς τείχεσι τὸν στρατὸν προσῆγε, καὶ ὁ κατάπλους τῶν Τριαρίου νεῶν ἐπεφαίνετο. Συνταραχθέντες οὖν οἱ Ἡρακλεῶται πρὸς τὸ αἰφνίδιον τῆς τῶν νεῶν ἐφόδου, ναῦς μὲν ἐπὶ τὴν θάλασσαν τριάκοντα καθεῖλκον, οὐδὲ ταύτας ἀκριβῶς πληροῦντες, τὸ δὲ λοιπὸν πρὸς τὴν πολιορκίαν ἐτρέποντο. (2) Ἀνήγετο μὲν ὁ Ἡρακλεωτικὸς στόλος πρὸς τὰς ἐπιπλεούσας τῶν πολεμίων. Πρῶτοι γοῦν Ῥόδιοι (καὶ γὰρ ἐδόκουν ἐμπειρίᾳ τε καὶ ἀνδρείᾳ τῶν ἄλλων προέχειν) ἐνερράγησαν ταῖς ἐξ Ἡρακλείας, καὶ παραχρῆμα μὲν κατέδυσαν Ῥοδίων μὲν τρεῖς, Ἡρακλεώτιδες δὲ πέντε· ἐπιγενόμενοι δὲ τῇ ναυμαχίᾳ καὶ Ῥωμαῖοι, καὶ πολλὰ παθόντες καὶ ποιήσαντες τοῖς πολεμίοις, πλέον δὲ ὅμως κακώσαντες, ἐτρέψαντο τὰς ἐξ Ἡρακλείας καὶ φεύγειν ἠνάγκασαν πρὸς τὴν πόλιν, τέσσαρας ἀποβαλούσας καὶ δέκα· αἱ τρεψάμεναι δὲ πρὸς τὸν μέγαν ἐνωρμίζοντο λιμένα. (3) Ἀνίστη δ ̓ οὖν καὶ τὸ πεζὸν τῆς πολιορκίας ὁ Κόττας. Οἱ δὲ περὶ τὸν Τριάριον ἀναγόμενοι καθ ̓ ἑκάστην ἀπὸ τοῦ λιμένος, τοὺς σιτηγεῖν ὡρμημένους τοῖς πολιορκουμένοις ἀπεκώλυον· καὶ σπάνις χαλεπὴ τὴν πόλιν κατεῖχεν, ὡς ὀγδοήκοντα Ἀττικῶν τὴν λεγομένην χοίνικα τοῦ σίτου προκόψαι. (4) Ἐπὶ δὲ τοῖς ἄλλοις κακοῖς καὶ λοιμὸς αὐτοῖς ἐπιπεσὼν (εἴτε ἐκ τροπῆς ἀέρων, εἴτε ἐκ τῆς ἀσυνήθους διαίτης) ποικίλην ἐπὶ ποικίλαις παθημάτων ἰδέαις τὴν φθορὰν ἀπειργάζετο, ἐν οἷς καὶ Λάμαχος πικροτέρῳ καὶ μακροτέρῳ τῶν ἄλλων ὀλέθρῳ διέφθαρτο. Ἥψατο δὲ μάλιστα καὶ τῶν φρουρῶν ἡ νόσος, ὡς ἀπὸ τρισχιλίων χιλίους ἀποθανεῖν. Τοὺς Ῥωμαίους δὲ τὸ πάθος οὐκ ἐλάνθανεν.