Ancient Greek · ~6 min
Dfhg-Source dfhg3_MEMNON
MEMNON, Fragmenta Fragment LII
Not analysed yet
Ἑπεὶ δὲ ἐπυνθάνοντο τὸν Κοννακόρικα κατειληφότα τὴν Τῖον Κῖον καὶ τὴν Ἄμαστριν, αὐτίκα Κόττας τὸν Τριάριον ἐκπέμπει ἀφαιρησόμενον αὐτὸν τὰς πόλεις· αὐτὸς δὲ τούς τε προσκεχωρηκότας ἄνδρας λαβὼν καὶ τοὺς ἐκ τῆς αἰχμαλωσίας ἀνθρώπους, τὰ λοιπὰ μετὰ πάσης διεῖπεν ὠμότητος. Χρήματα γοῦν διερευνώμενος οὐδὲ τῶν ἐν ἱεροῖς ἐφείδετο, ἀλλὰ τούς τε ἀνδριάντας καὶ τὰ ἀγάλματα ἐκίνει, πολλὰ καὶ καλὰ ὄντα· καὶ δὴ καὶ τὸν Ἡρακλέα τὸν ἐκ τῆς ἀγορᾶς ἀνῇρει, καὶ σκευὴν αὐτοῦ τὴν ἀπὸ τῆς πυραμίδος, πολυτελείας καὶ μεγέθους καὶ δὴ καὶ ῥυθμοῦ καὶ χάριτος καὶ τέχνης οὐδενὸς τῶν ἐπαινουμένων ἀπολειπομένην. (2) Ἦν δὲ ῥόπαλον σφυρήλατον ἀπέφθου χρυσοῦ πεποιημένον· κατὰ δὲ αὐτοῦ λεοντῆ μεγάλη ἐκέχυτο, καὶ γωρυτὸς τῆς αὐτῆς μὲν ὕλης, βελῶν δὲ γέμων καὶ τόξου. Πολλὰ δὲ καὶ ἄλλα καλά καὶ θαυμαστὰ ἀναθήματα ἔκ τε τῶν ἱερῶν καὶ τῆς πόλεως ἀφελὼν, ταῖς ναυσὶν ἐγκατέθετο· καὶ τὸ τελευταῖον πῦρ ἐνεῖναι τοῖς στρατιώταις κελεύσας τῇ πόλει, κατὰ πολλὰ ταύτην ἐνέπρησε μέρη. Ἑάλω δὲ ἡ πόλις ἐπὶ δύο ἔτη τῇ πολιορκίᾳ ἀντισχοῦσα. (3) Ὁ δὲ Τριάριος παραγεγονὼς ἐν αἷς ἐπέσταλτο πόλεσι, Κοννακόρικι (οὗτος γὰρ τὴν τῆς Ἡρακλείας προδοσίαν ἑτέρων κατασχέσει συγκαλύπτειν διενοεῖτο) δοὺς ἄδειαν τῆς ἀναχωρήσεως, καθ ̓ ὁμολογίαν λαμβάνει τὰς πόλεις. Ὁ δὲ Κόττας ἅπερ εἴρηται διαπραξάμενος, τὸ μὲν πεζὸν καὶ τοὐς ἱππεῖς ἐκπέμπει Λευκόλλῳ, καὶ τοὺς συμμάχους ἀφῆκεν ἐπὶ τῶν πατρίδων· αὐτὸς δ ̓ ἀνήγετο τῷ στόλῳ. Τῶν δὲ νεῶν, αἳ τὰ τῆς πόλεως λάφυρα ἦγον, αἱ μὲν κατάφορτοι γενόμεναι μικρὸν ἄποθεν τῆς γῆς διελύθησαν· αἱ δὲ, Ἀπαρκτίου πνεύσαντος, ἐξεβράσθησαν εἰς τὰ τενάγη, καὶ πολλὰ τῶν ἀγωγίμων ἀπεβάλοντο.