Ancient Greek · ~4 min
Dfhg-Source dfhg3_MEMNON
MEMNON, Fragmenta Fragment LIV
Not analysed yet
Ἐν τούτῳ δὲ Λεύκολλος ὁ τῶν Ῥωμαίων αὐτοκράτωρ παραγίνεται τῇ πόλει καὶ κραταιῶν ἐπολιόρκει. Ἐπρεσβεύετο δὲ καὶ Μαχάρης ὁ τοῦ Μιθριδάτου πρὸς Λεύκολλον περὶ φιλίας τε καὶ συμμαχάς. Ὁ δὲ ἀσμένως ἐδέχετο, εἰπὼν βεβαίους νομιεῖν τὰς συμβάσεις, εἰ μὴ καὶ τοῖς Σινωπεῦσιν ἀγορὰν διαπέμποι. Ὁ δὲ οὐ μόνον τὸ κελευόμενον ἔπραττεν, ἀλλὰ καὶ ἃ παρεσκεύαστο πέμπειν τοῖς Μιθριδατείοις, ἐξαπέστειλε Λευκόλλῳ. (3) Ταῦτα οἱ περὶ Κλεοχάρην Θεασάμενοι, καὶ τέλεον ἀπογνόντες, πλοῦτον πολὺν ταῖς ναθσὶν ἐνθέμενοι, καὶ τὴν πόλιν διαρπάσαι τοῖς στρατιώταις ἐφέντες (ὑπὸ νύκτα δὲ ταῦτα ἐπράττετο) διὰ τῶν πλοίων ἔφευγον εἰς τὰ ἐσώτερα τοῦ Πόντου (Σάνηγας δὲ καὶ Λαζοὺς ἐποίκους εἶχον τὰ χωρία), τοῖς ὑπολειφθείσαις τῶν νεῶν πῦρ ἐνέντες. (3) Αἰρομένης δὲ τῆς φλογός, ᾔσθετο Λεύκολλος τοῦ ἔργου, καὶ κλίμακας κελεύει προσάγειν τῷ τείχει. Οἱ δὲ ὑπερέβαινον· καὶ φθόρος ἧν κατ ̓ ἀρχὰς οὐκ ὀλίγος· ἀλλὰ τὸ πάθος Λεύκολλος οἰκτείρας, τὴν σφαγὴν ἐπέσχεν. Οὕτω μὲν οὖν ἥλω καὶ ἡ Σινώπη· ἔτι δὲ ἡ Ἀμάσεια ἀντεῖχεν, ἀλλὰ μετ ̓ οὐ πολὺ καὶ αὐτὴ προσεχώρησε Ῥωμαίοις.