Ancient Greek · ~3 min
Dfhg-Source dfhg3_MEMNON
MEMNON, Fragmenta Fragment LVI
Not analysed yet
Λεύκολλος δὲ εἰς τὴν Καππαδοκίαν ἐληλυθὼς καὶ φίλον ἔχων τὸν ἐπάρχοντα ταύτης Ἀριοβαρζάνην, διέβη τε παρὰ δόξαν πεξῇ τὸν Εὐφράτην, καὶ προσῆγε τὸν στρατὸν τῇ πόλει, ἐν ᾗ τάς τε Τιγράνου παλλακίδας φυλάττεσθαι μεμαθήκει, καὶ πολλὰ τῶν σφόδρα τιμίων. Καταλελοίπει δὲ καὶ τοὺς Τιγρανόκερτα πολιορκήσοντας, καὶ στράτευμα ἄλλο ἐπὶ τῶν πολισμάτων τὰ σπουδαιότερα. (2) Οὕτω δὲ τῆς Ἀρμενίας κατὰ πολλὰ μέρη πολιορκουμένης, ἔπεμπε Τιγράνης ἀνακαλῶν Μιθριδάτην, καὶ στρατὸν δὲ περὶ τὴν πόλιν, ἐν ᾗ τὰς παλλακίδας ἔθετο, διέπεμπεν· οἵ καὶ παραγεγονότες, καὶ τοξείᾳ τοῦ Ῥωμαίων στρατοπέδου τὰς ἐξόδους διακλείσαντες, τάς τε παλλακίδας καὶ τὰ τιμιώτατα τῶν κειμηλίων διὰ νυκτὸς προεξέπεμψαν. (3) Ἡμέρας δὲ ἀνασχούσης, καὶ τῶν Ῥωμαίων ἅμα [καὶ] τῶν Θρᾳκῶν ἀνδρείως ἀγωνιζομένων, φόνος τε πολὺς τῶν Ἀρμενίων γίνεται, καὶ ζωγρίᾳ τῶν ἀνῃρημένων ἑάλωσαν οὐκ ἐλάττους· τὰ μέντοι γε προαποσταλέντα διεσώζετο πρὸς Τιγράνην.