Ancient Greek · ~3 min
Dfhg-Source dfhg3_MEMNON
MEMNON, Fragmenta Fragment LVIII
Not analysed yet
Ὁ μέντοι Μιθριδάτης πρὸς Τιγράνην παραγεγονὼς ἀνελάμβανέ τε αὐτὸν, καὶ βασιλικὴν ἐσθῆτα περιετίθει τῆς συνήθους οὐκ ἐλαττουμένην, καὶ λαὸν ἀθροίζειν συνεβούλευεν, ἔχων καὶ αὐτὸς δύναμιν οὐκ ὀλίγην, ὡς πάλιν ἀναμαχούμενον τὴν νίκην. Ὁ δὲ πάντα τῷ Μιθριδάτῃ ἐπέτρεπεν, ἔν τε τῷ γενναίῳ καὶ συνετῷ τὸ πλέον νέμων αὐτῷ, καὶ[ὡς] μᾶλλον ἀντέχειν εἰς τὸν πρὸς Ῥωμαίους πόλεμον δυναμένῳ. (2) Αὐτὸς δὲ πρὸς τὸν Πάρθον Φραδάτην διεπρεσβεύετο παραχωρεῖν αὐτῷ τὴν Μεσοποταμίαν καὶ τὴν Ἀδιαβηνὴν καὶ τοὺς Μεγάλους Αὐλῶνας. Ἀφικομένων δὲ πρὸς τὸν Πάρθον καὶ παρὰ Λευκόλλου πρέσβεων, τοῖς μὲν Ῥωμαίοις ἰδίᾳ φίλος εἶναι ὑπεκρίνατο καὶ σύμμαχος, ἰδίᾳ δὲ τὰ αὐτὰ πρὸς τοὺς Ἀρμενίους διετίθετο.