Ancient Greek · ~4 min
Dfhg-Source dfhg3_MEMNON
MEMNON, Fragmenta Fragment XII
Not analysed yet
Σέλευκος δὲ τοῖς κατωρθωμένοις κατὰ Λυσιμάχου ἐπαρθεὶς, εἰς τὴν Μακεδονίαν διαβαίνειν ὥρμητο, πόθον ἔχων τῆς πατρίδος, ἐξ ἧς σὺν Ἀλεξάνδρῳ ἐστρατεύετο, κἀκεῖ τοῦ βίου τὸ λεῖπον διανῦσαι, γηραιός ἤδη ὢν, διανοούμενος, τὴν δὲ Ἀσίαν Ἀντιόχῳ παραθέσθαι τῷ παιδί. (2) Πτολεμαῖος δὲ ὁ Κεραυνός, τῶν Λυσιμάχου πραγμάτων ὑπὸ Σελεύκῳ γεγενημένων, καὶ αὐτὸς ὑπ ̓ αὐτὸν ἐτέλει, οὐχ ὡς αἰχμάλωτος παρορώμενος, ἀλλ ̓ οἷα δὴ παῖς βασιλέως τιμῆς τε καὶ προνοίας ἀξιούμενος, οὐ μὴν ἀλλὰ καὶ ὑποσχέσεσι λαμπρυνόμενος, ἃς αὐτῷ Σέλευκος προὔτεινεν, εἰ τελευτήσειεν ὁ γεινάμενος, [αὐτὸν εἰς] τὴν Αἴγυπτον, πατρῴαν οὖσαν ἀρχὴν, καταγαγεῖν. (3) Ἀλλ ̓ ὁ μὲν τοιαύτης κηδεμονιάς ἠξίωτο· κακὸν δὲ ἄρα αἱ εὐεργεσίαι οὐκ ἐβελτίουν. Ἐπιβουλήν γὰρ συστήσας, προσπεσὼν τὸν εὐεργέτην ἀναιρεῖ, καὶ ἵππου ἐπιβὰς πρὸς Λυσιμαχίαν φεύγει, ἐν ᾗ διάδημα περιθέμενος μετὰ λαμπρᾶς δορυφορίας κατέβαινεν εἰς τὸ στράτευμα, δεχομένων αὐτὸν ὑπὸ τῆς ἀνάγκης, καὶ βασιλέα καλούντων, οἲ πρότερον Σελεύκῳ ὑπήκουον.