Ancient Greek · ~2 min
Dfhg-Source dfhg3_MEMNON
MEMNON, Fragmenta Fragment XIV
Not analysed yet
Αὐτίκα γοῦν τὴν οἰκείαν μᾶλλον ἐκφαίνων σκαιότητα, Ἀρσινόην μὲν, ὡς πάτριον τοῦτο τοῖς Αἰγυπτίοις, τὴν ἀδελφὴν γαμεῖ, τοὺς ἐκ Λυσιμάχου δὲ παῖδας αὐτῇ γεγεννημένους ἀναιρεῖ. Μεθ ̓ οὒς κἀκείνην τῆς βασιλείας ἐξεκήρθξε. Καὶ πολλὰ καὶ παράνομα ἐν δυσὶ διαπραξάμενος ἔτεσι, Γαλατικοῦ μέρους τῆς πατρίδος μεταναστάντος διὰ λιμὸν, καὶ Μακεδονίαν καταλαβόντων καὶ εἰς μάχην αὐτῷ συναψάντων, ἀξίως τῆς ὠμότητος καταστρέφει τὸν βίον, διασπαραχθεὶς ὑπὸ τῶν Γαλατῶν· ζῶν γὰρ ἐλήφθη, τοῦ ἐλέφαντος, ἐν ᾧ ὠχεῖτο, τρωθέντος καὶ καταβαλόντος αὐτόν. Ἀντίγονος δὲ ὁ Δημητρίου, [ὁ] ἡττηθεὶς τῷ ναυτικῷ, Πτολεμαίου ἀνῃρημένου, τὴν Μακεδόνων λαμβάνει ἀρχήν.