Ancient Greek · ~8 min
Dfhg-Source dfhg3_MEMNON
MEMNON, Fragmenta Fragment XLIII
Not analysed yet
Λεύκολλος δὲ καὶ Κόττας καὶ ὁ Τριάριος, οἱ Ῥωμαίων αὐτοκράτορες στρατηγοὶ, ἐπὶ τῆς Νικομηδείας καθ ̓ ἓν γενόμενοι, ὥρμηντο εἰς τὸν Πόντον ἐμβαλεῖν· ἐπεὶ δὲ αὐτοῖς ἡ τῆς Ἡρακλείας κατάληψις ἠγγέλθη, ἡ δὲ προδοσία οὐκ ἐγνώσθη, ἀλλὰ τῆς πόλεως ὅλης ἡ ἀπόστασις ἐνομίσθη, Λεύκολλον μὲν ἐδόκει μετὰ τῆς πλείστης δυνάμεως εἰς τὴν Καππαδοκίαν διὰ τῆς μεσογείου χωρεῖν ἐπί τε Μιθριδάτην καὶ τὴν πᾶσαν βασιλείαν, Κότταν δὲ ἐπὶ Ἡρακλείας, τὸν Τριάριον δὲ τὸ ναυτικὸν ἀναλαβόντα περὶ τὸν Ἑλλήσποντον καὶ τὴν Προποντίδα τὰς ἐπὶ Κρήτην καὶ Ἰβηρίαν ἀπεσταλμένας Μιθριδατείους ναῦς ὑποστρεφούσας λοχᾶν. (2) Μιθριδάτης δὲ ταῦτα ἀκούων παρεσκευάζετο καὶ διεπρεσβεύετο πρὸς τε τοὺς Σκυθῶν βασιλεῖς καὶ πρὸς τὸν Πάρθον καὶ πρὸς τὸν γαμβρὸν αὑτοῦ Τιγράνην τὸν Ἀρμένιον. Ἀλλ ̓ οἱ μὲν ἀπεῖπον, Τιγράνης δὲ ὑπὸ τῆς Μιθριδάτου θυγατρὸς πολλάκις ἐνοχληθεὶς καὶ ἀναβαλλόμενος ὅμως ὑπέστη τὴν συμμαχίαν. Καὶ Μιθριδάτης διαφόρους πέμπων κατὰ Λευκόλλου στρατηγοὺς, καὶ τῆς συμπλοκῆς ἐπιγενομένης, πολύτροποι μὲν συνέβαινον αἱ μεταβολὶ, ἐν τοῖς πλείστοις δὲ τὰ Ῥωμαίων ὅμως κατώρθου. (3) Ἠθύμει μὲν ὁ βασιλεύς· ἀθροίσας δ ̓ οὖν πεζῶν μὲν τέσσαρας μυριάδας, ἱππεῖς δὲ ὀκτακισχιλίους, ἐξέπεμψε Διόφαντον καὶ Ταξίλλην ἐπὶ τοῖς προεσταλμένοις Τῶν δὲ τοῖς προλαβοῦσι συναφθέντων, κατ ̓ ἀρχὰς μὲν ἀκροβολισμοῖς ἀλλήλων οἱ πολέμιοι καθ ̓ ἑκάστην σχεδὸν ἀπεπειρῶντο· εἶτα ἱππομαχίαι συνέστησαν δύο, ὧν τὴν μὲν ἐνίκων οἱ Ῥωμαῖοι, τὴν δευτέραν δὲ οἱ Ποντικοί. (4) Τριβομένου δὲ τοῦ πολέμου, Λεύκολλος ἀγορὰν ἄξοντας εἰς Καππαδοκίαν ἐκπέμπει, καὶ μαθὼν Ταξίλλης καὶ Διόφαντος πεζοὺς ἐκπέμπουσι τετρακισχιλίους καὶ ἱππεῖς δισχιλίους, ἐφ ̓ ᾧ ἐπιθέμενοι ἀφαιρήσονται τοὺς ἀποκομίζοντας τὰς ἀγοράς. Καὶ συμβαλόντων ἀλλήλοις ἐπικρατέστεροι γεγόνασιν οἱ Ῥωμαῖοι. Πέμψαντος δὲ Λευκόλλου περιφανής. (5) Καὶ τῇ φθγῇ τούτων ἡ Ῥωμαίων δύναμις ὁδηγουμένη ἐπὶ τὸ στρατόπεδον τὸ περὶ Διόφαντον καὶ Ταξίλλην ἧκον, καὶ καρτερᾶς πρὸς αὐτοὺς τῆς μάχης γενομένης, ἐπ ̓ ὀλίγον μὲν ἀντέσχον οἱ Ποντικοὶ, εἶτα τῶν στρατηγῶν πρῶτον ἀποχωρούντων, πάντες ἐνέκλιναν, καὶ Μιθριδάτῃ τοῦ πταίσματος οἱ στρατηγοὶ αὐτάγγελοι παρεγένοντο, καὶ πολὺ πλῆθος τότε τῶν βαρβάρων ἀπώλετο.