Ancient Greek · ~4 min
Dfhg-Source dfhg3_MEMNON
MEMNON, Fragmenta Fragment XLV
Not analysed yet
Λεύκολλος δὲ ἐπὶ μὲν τὸν Μιθριδάτην Μάρκον Πομπήιον ἡγεμόνα ἐξέπεμψεν, αὐτὸς δὲ ἐπὶ Καβείρων μεθ ̓ ὅλης ἠπείγετο τῆς δυνάμεως, καὶ τὴν πόλιν περικαθισάμενος σφᾶς αὐτοὺς παραδεδωκότας τοὺς βαρβάρους ὑποσπόνδους ἔσχε καὶ τῶν τειχῶν ἐκυρίευσεν. (2) Ἐκεῖθεν δὲ πρὸς τὴν Ἀμισὸν παραγεγονὼς, καὶ λόγoις παραινῶν τοὺς ἐν αὐτῇ Ῥωμαίοις προσχωρεῖν, ἐπεὶ οὐκ ἔπειθε, ταύτην λιπὼν εἰς τὴν Εὐπατορίαν μεθίστη τὴν πολιορκίαν. Καὶ ῥᾳθύμως καταγωνίζεσθαι ταύτης προσεποιεῖτο, ὡς ὰν καὶ τοὺς πολεμίους εἰς ὅμοιον ῥᾳθυμίας ζῆλον ἐκκαλεσάμενος ἐξ αἰφνιδίου μεταβολῆς κατορθώσῃ τὸ μελετώμενον. (3) Ὅ καὶ γέγονε, καὶ τὴν πόλιν οὕτως εἷλε τῷ στρατηγήματι· ἄφνω γὰρ κλίμακας ἁρπάσαι κελεύσας τοὺς στρατιώτας, τῶν φυλάκων οὐδὲν τοιοῦτον προσδεδοκηκότων ἀλλ ̓ ἐν ὀλιγωρίᾳ διακειμένων, διὰ τῶν κλιμάκων τὸ τεῖχος ὑπερβαίνειν τοὺς στρατιώτας ἐπέτρεψε, καὶ οὕτως ἥλω Εὐπατορία, καὶ αὐτίκα κατέσκαπτο. Μετ ̓ ὀλίγον δὲ καὶ Ἀμισὸς ἑάλων, διὰ τῶν κλιμάκων καὶ αὐτῆς ὁμοίως τῶν πολεμίων ἐπιβάντων τοῖς τείχεσι. Καὶ κατ ̓ ἀρχὰς μὲν φόνος τῶν πολιτῶν οὐκ ὀλίγος γέγονεν, ὕστερον δὲ τὸν ὄλεθρον Λεύκολλος ἐπέσχε, καὶ τὴν πόλιν αὐτοῖς καὶ τὴν χώραν τοῖς διασωθεῖσιν ἀπεκατέστησε, καὶ οἰκειότερον ἐχρῆτο.