Ancient Greek · ~6 min
Dfhg-Source dfhg3_MEMNON
MEMNON, Fragmenta Fragment XXV
Not analysed yet
Πτολεμαῖος δὲ ὁ τῆς Αἰγύπτου Βασιλεὺς, εἰς ἄκρον εὐδαιμονίας ἀναβὰς λαμπροτάταις μὲν δωρεαῖς εὐεργετεῖν τὰς πόλεις προήγετο· ἔπεμψε δὲ καὶ τοῖς Ἡρακλεώταις ἀρτάβας πυροῦ πεντακοσίας, καὶ νεὼν αὐτοῖς ἀνεδείματο. (2) Μέχρι τούτου φθάσας ὁ συγγραφεὺς εἰς τὴν τῶν Ῥωμαίων ἐπικράτειαν τὴν ἐκβολὴν ποιεῖται· ὅθεν τε γένους ἔφυσαν, καὶ τίνα τρόπον τῆς Ἰταλίας ἐνταῦθα κατῴκησαν, ὅσα τε εἰς τὴν τῆς Ῥώμης κτίσιν προὔλαβέ τε καὶ ἐπράχθη, καὶ τῶν ἐπαρξάντων αὐτῶν ἐπιτρέχων, καὶ πρὸς οὓς πολέμοις διηγωνίσαντο, καὶ τήν τε τῶν βασιλέων κατάστασιν, καὶ τὴν εἰς ὑπάτους τῆς μοναρχάς μεταβολὴν, ὅπως τε ὑπὸ Γαλατῶν Ῥωμαῖοι ἡττήθησαν, καὶ ἥλω ὰν ἡ πὀλις, εἰ μὴ Κάμιλλος ἐπιβοηθήσας τὴν πόλιν ἐρρύσατο· (3) ὅπως τε ἐπὶ τὴν Ἀσίαν Ἀλεξάδρῳ διαβαίνοντι καὶ γράψαντι ἢ κρατεῖν, ἐὰν ἄρχειν δύνωνται, ἢ τοῖς κρείττοσιν ὑπείκειν, στέφανον χρυσοῦν ἀπὸ ἱκανῶν ταλάντων Ῥωμαῖοι ἐξέπεμψαν· καὶ ὡς πρὸς Ταραντίνους καὶ Πύρρον συμμαχοῦντα τούτοις ἐπολέμησαν, καὶ τὰ μὲν παθόντες τὰ δὲ κακῶς τοὺς πολεμίους διαθέμενοι Ταραντίνους μὲν ὑπηγάγοντο, γάγοντο, Πύρρον δὲ τῶν τῆς Ἰταλίας ἀπήλασαν· (4) ὅσα τε πρὸς Καρχηδονίους καὶ Ἀννίβαν Ῥωμαίοις ἐπράχθη, καὶ ὅσα πρὸς Ἴβηρας ἄλλοις τε καὶ Σκιπίωνι κατωρθώθη, θώθη, καὶ ὠς παρὰ τῶν Ἰβήρων βασιλεὺς ψηφισθεὶς οὐκ ἐδέξατο· ὅπως δὲ καταπολεμηθεὶς ἔφυγεν Ἀννίβας· καὶ ὡς πέραν τοῦ Ἰονίου Ῥωμαῖοι διέβησαν· καὶ ὡς Περσεὺς ὁ Φιλίππου τὴν Μακεδόνων ἀρχὴν ἐκδεξάμενος, καὶ τὰς συνθήκας τὰς τρὸς τὸν αὐτοῦ πατέρα Ῥωμαίοις γεγενημένας νεότητι κινῶν κατεπολεμήθη, Παύλου τὸ κατ ̓ αὐτὸν ἀναστήσαντος τρόπαιον· ὅπως τε (πρὸς) Ἀντίοχον τὸν Συρίας καὶ Κομμαγηνῆς καὶ Ἰουδαίας βασιλέα δυδὶ μάχαις νικήσαντες τῆς Εὐρώπης ἐξέβαλλον. Τὰ μὲν οὖν περὶ τῆς Ῥωμαϊκῆς ἀρχῆς μέχρι τοῦδε δίεισιν ὁ συγγραφεύς.