Ancient Greek · ~3 min
Dfhg-Source dfhg3_MEMNON
MEMNON, Fragmenta Fragment XXVII
Not analysed yet
Ταῦτα διεξελθὼν ὁ συγγραφεὺς κατὰ τὸ ιγʹ καὶ ιδʹ τῆς ἱστορίας εἰς τὴν ιεʹ εἰσβαλὼν, διηγεῖται, ὅπως Προυσίας ὁ Βιθυνῶν Βασιλεὺς, δραστήριος ὼν καὶ πολλὰ πράξας, μετὰ τῶν ἄλλων καὶ Κίερον πόλιν Ἡρακλεωτῶν οὖσαν ὑφ ̓ ἑαυτὸν ἔθετο τῷ πολέμῳ, ἀντὶ Κιέρου Προυσιάδα καλέσας. Εἷλε δὲ καὶ τὴν Τῖον καὶ αὐτὴν ὑπήκοον αὐτοῖς οὖσαν, ὥστε ἐκ θαλάσσης εἰς θάλασσαν τὴν Ἡράκλειαν περιγράψαι. (2) Ἐφ ̓ αἷς κἀκείνην κραταιῶς ἐπολιόρκει, καὶ πολλοὺς μὲν τῶν πολιορκουμένων ἀπέκτεινεν, ἐγγὺς δ ̓ ἀν καὶ ἡ πόλις τοῦ ἁλῶναι κατέστη, εἰ μὴ ἐπὶ τῆς κλίμακος ἀναβαίνων Προυσίας, λίθῳ βαλόντος ἑνὸς τῶν ἀπὸ τῆς ἐπάλξεως, συνετρίβη τὸ σκέλος, καὶ τὴν πολιορκίαν τὸ πάθος διέλυσε. Φοράδην γὰρ ὁ βληθεὶς, οὐκ ἄνευ ἀγῶνος, ὑπὸ τῶν Βιθυνῶν ἀνακομισθεὶς εἰς τὰ οἰκεῖα ἀνέστρεψε, κἀκεῖ βιοὺς ἔτη οὐ πολλὰ, καὶ χωλὸς καὶ ὢν καὶ καλούμενος, τὸν βίον κατέστρεψεν.