Ancient Greek · ~1 min
Fragment 1
Menander Comic., Citharistae fragmenta aliunde nota 1
Not analysed yet
ὤιμην ἐγὼ τοὺς πλουσίους, ὦ Φανία,
οἷς μὴ τὸ δανείζεσθαι πρόσεστιν, οὐ στένειν
τὰς νύκτας οὐδὲ στρεφομένους ἄνω κάτω
"οἴμοι" λέγειν, ἡδὺν δὲ καὶ πρᾶιόν τινα
ὕπνον καθεύδειν, ἀλλὰ τῶν πτωχῶν τινα.
νυνὶ δὲ καὶ τοὺς μακαρίους καλουμένους
ὑμᾶς ὁρῶ πονοῦντας ἡμῖν ἐμφερῆ.
ἆρ' ἐστὶ συγγενές τι λύπη καὶ βίος;
τρυφερῶι βίωι σύνεστιν, ἐνδόξωι βίωι
πάρεστιν, ἀπόρωι συγκαταγηράσκει βίωι.