Ancient Greek · ~3 min
Edition urn:cts:greekLit:tlg0541.tlg021.local001
Menander Comic., Coneazomenae 001
Not analysed yet
ΚΩΝΕΙΑΖΟΜΕΝΑΙ
[Α] ἆρ' ἐστὶ τοῦτ' ἐνύπν]ιον; (Β) εἰ καθεύδομεν.
[]τάλαντα πένθ' ἅμα
[]κόσμον. (Α) οὐκ ἐγρήγορα.
(Β) [τοὺς γ]άμους γ' ἤδη ποεῖ
[κροτ]ών. (Α) τί λέγεις; (Β) κροτών· ἐγὼ
[]δειλινὸν παρῆν. (Α) τί οὖν;
(Β) [κ]αθήμενος λαλεῖ
(Α) [τίν]ι̣; (Β) Χαιρέαι. (Α) ποῦ; βούλομαι
[](Β) [ἐγγ]ύς τις ἐστὶν ἐξέδρα
[οἶσθ]α δήπου, δεξιᾶς·
[]σιν. (?)ὄψομ' εἰσιών.
λελοιδόρημ' ἄρ' ο]ὐ δικαίως τῆι Τύχηι·
ὡς γὰρ τυφλὴν αὐτὴν κ]ακῶς εἴρηκά που,
νῦν δ' ἐξέσωσέ μ' ὡς ἔ]οιχ' ὁρῶσά τι.
ἐπόνουν μὲν αὐτό]ς, τοῖς πόνοις δ' εἰργαζόμην
οὐδὲν πλέον· τούτ]ων γὰρ οὐκ ἂν ἐπέτυχον,
εἰ μὴ συνέλαβεν.] ὥστε μηδεὶς, πρὸς θεῶν,
πράττων κακῶς λίαν ἀθυμήσηι ποτέ·
ἴσως γὰρ ἀγαθοῦ τοῦτο πρόφασις γίνεται.