Ancient Greek · ~10 min
ΔΙΣ ΕΞΑΠΑΤΩΝ
Menander Comic., Dis exapaton ΔΙΣ ΕΞΑΠΑΤΩΝ
Not analysed yet
(ΜΟΣΧΟΥ ΠΑΤΗΡ) [ς]ὺ δ' ἐκεῖνον ἐκκάλει
[]ν̣, νουθέτει δ' ἐναν[τίον
αὐτόν τε σῶσον, οἰκίαν θ̣' ὅ̣λην φί̣λ̣ω̣ν̣.
Λυδέ, προάγωμεν. (ΛΥΔΟΣ) εἰ δὲ κἀμὲ καταλίποις—
(Μ. π) προάγωμεν· ἱκανὸς οὗτος. Λυ αὐτῶι, Σώστρατε,
χρῆσαι πικρῶς, ἔλαυν' ἐκεῖνον τὸν ἀ̣κ̣ρα[τῆ.
<ἅ>παντας αἰσχύνει γὰρ ἡμᾶς τοὺς φίλους.
(ΣΩΣΤΡΑΤΟΣ) ἤδη 'στιν οὗτος φροῦδος. ενπλη[
τούτου καθέξει. Σώστρατον προήρπασας.
ἀρνήσεται μέν, οὐκ ἄδηλόν ἐστί μοι—
ἰταμὴ γάρ—εἰς μέσον τε πάντες οἱ θεοὶ
ἥξουσι. μὴ τοίνυν [.] ον[
κακὴ κακῶς τοίνυν—ἐ[π]ά̣ν̣[αγε, Σ]ώστρατε·
ἴσως σε πείσει· δοῦλο[
ἐγὼ μάλισθ', ἡ δ' ὡ[ς κενὸν συ]μπεισάτω
ἔχοντα μηδ[έν· τ]ῶι πατρὶ
τὸ χ]ρ̣υ̣σίον· πιθαν[ευομέν]η γὰρ παύσεται
ὅταν] ποτ' αἴσθητα[ι, τὸ τῆς πα]ροιμίας,
νεκρῶι] λέγουσα [μῦθον. ἀλλ'] ἤδη [με] δεῖ
ἐλθεῖν ἐπ' ἐ]κεῖνον.
[ΣΩΣΤΡΑΤΟΥ ΠΑΤΗΡ] [ἔ]δωκεν δέ σοι
[τ]ὸν τόκον
(Σω) []. ειδον· μηδὲ ἓν
[ἐγκ]άλει χρηστῶι ξένωι.
[ἥ]κω κομίζων δεῦρό σοι
[Σ. π] []σα· τ[ὸ χρυ]σίον [δό]θ' ὑμεῖς, παῖ, ταχύ.
(Σω) [π]αρ' [ἡ]μῶν· μὴ πρόσεχ' ἐκείνωι λόγ̣ω̣ι̣.
οὐδεὶς] παρώρμησ' οὐδ' ἐπεβούλευσ' οὐδὲ εἷς.
(Σ. π) οὐ πρὸς Θ]εότιμον κατετέθη τὸ χρυσίον;
(Σω) τί "πρὸς Θ]εότιμον"; αὐτὸς ἐφύλαττεν λαβὼν
τ[ό τε πρὸ]ς βίον διφορεῖ, πάτερ. (Σ. π) χρηστὸ̣σ̣ σφόδρα·
ἐφ[ρόντι]σέ τι. τί οὖν ὁ Σύρος ἐβούλετο;
(Σω) ἐ[ατέο]ν. μετ' ἐμοῦ δ' ἀκολούθει καὶ λαβὲ
τὸ χρυσίον. (Σ. π) παίζεις; (Σω) ἀκολούθει καὶ λαβέ.
(Σ. π) οὐκοῦν ἀκολουθῶ· δὸς μόνον, καλῶς τέ μοι
ὡσ̣ [δεῖ] κέχρησαι· πρὶν λαβεῖν μάχομαί τι σοι;
ἐμοὶ δὲ πάντων τοῦτο προὐργιαίτερον. ΧΟΡΟΥ (uersus laceri xxvi)
[Σω] []. μοι. (Σ. π) ταῦτ' ἄπειμι πρὸς ἀγορὰν
πρ]άττ[ων. ὅ] τι πράττηις ἄλλο δέδοται τοῦτό σοι.
Σω κα]ὶ̣ μ̣[ὴν δο]κῶ μοι τὴν καλήν τε κἀγαθὴν
ἰδεῖν ἐρωμένην ἂν ἡ̣δ̣[έ]ωσ̣ κενὸς
πιθανευομένην καὶ προσδοκῶσαν—"αὐτίκα"
φησὶν δ' ἐν αὑτῆι—πᾶν ὃ κομίζω χρυσίον.
"πάνυ γὰρ κομίζει τοῦτο καί, νὴ τοὺς θεούς,
ἐλευθερίως—τίς μᾶλλον; —ἀξίως τ' ἐμοῦ."
αὕτη δ' ἱκανῶς, καλῶς ποοῦσά γ', εὑρέθη
οἵα<ν> ποτ' ὤιμην οὖσα, τὸν δ' ἀβέλτερον
Μόσχον ἐ. ε. . · καὶ τὰ μὲν ἔγωγ' ὀργίζομαι,
τὰ δ' οὐκ ἐκεῖνον τοῦ γεγονότος αἴτιον
ἀδικήματος νενόμικα, τὴν δ' ἰταμωτάτην
πασῶν ἐκείνην. ΜΟΣΧΟΣ εἶτ' ἀκούσας ἐνθάδε
εἶναί με, ποῦ γῆς ἐστι; χαῖρε, Σώστρατε.
Σω καὶ σύ. <Μο> τί κατηφὴς καὶ σκυθρωπός, εἰπέ μοι;
καὶ βλέμμα τοῦθ' ὑπόδακρυ· μὴ νεώτερον
κακὸν κατείληφάς τι τῶν [γ'] ἐνταῦθα; (Σω) ναί.
(Μο) εἶτ̣' οὐ [λέ]γεις; (Σω) ἔνδον γὰρ ἀμέλει, Μόσχε. (Μο) πῶς;
(Σω) []φιλοῦντα τὸν πρὸ τοῦ χρόνον
[]α· τοῦτο πρῶτον ὧν ἐμὲ
[]ἠδίκηκας. (Μο) ἠδίκηκα δὲ
ἐγώ σε; μὴ γένοιτο τοῦτο, Σώστρατε.
(Σω) οὐκ ἠξίουν γοῦν οὐδ' ἐγώ. (Μο) λέγεις δὲ τί;