Ancient Greek
160.12 to 165.7
Menander Comic., Fragmenta 160.12-165.7
Unproofread scanNot analysed yet
οὐ παντὸς ἀγαθοῦ τὴν πρόνοιαν αἰτίαν κρίνωσ ἄν ὀρθῶς ὑπολαβεῖν τίς μοι δοκεῖ, ἀλλ' ἔστι καὶ ταυτόματον ἔνια χρήσιμον. ΤΠΟΒΟΛΙΜΑΙΟΣ Η ΑΓΡΟΙΚΟΣ ἀεὶ κράτιστόν ἐστι τἀληθῆ λέγειν. ἐν παντὶ καιρῷ τοῦτ' ἐγὼ παρεργυῶ εἰς ἀσφάλειαν τῷ βίῳ πλεῖστον μέρος. πολλῶν κατὰ γῆν καὶ κατὰ θάλατταν θηρίων όντων, μέγιστόν ἐστι θηρίον γυνή. Ἄπολλον, ἀλλὰ σκαιὸν οὐ μετριῶς λέγεις, μετὰ μαρτύρων ἀτυχεῖν, παρὸν λεληθέναι. δυσπαρακολούθητόν τι πράγμ' ἐστὶν τύχη. τὸν ἄμητα, Χαίριππ', οὐχ ἕξ πέττειν τινά. ὡς μηδὲν ἀποκρινομένου δ' οὕτω λάλει. Bekker. Anecd. 429, 13. 16 et Suidas ἀπόκριναι· ἀποκρίνεται λέγουσι μᾶλλον ἢ ἀποκριθήσεται. Μένανδρος . . . Ὑποβολιμαίῳ γέφων ἀπεμέμυκτ’ ἄθλιος λέμφος. μικρὰ Παναθήναι’ ἐπειδὴ δι’ ἀγορᾶς πέμποντά σε, Μοσχίων, μήτηρ ἕωρα τῆς κόρης ἐφ’ ἄρματος. Schol. Aristoph. Lysistr. 378 περὶ γαμηλίων λουτρῶν Μένανδρος ἐν Κρῆτῃ φησι καὶ ἐν ᾿Υποβολιμαίῳ. cf. 57. ΦΑΝΙΟΝ ΤΙΠΟΒΟΛΙΜΑΙΟΣ —ΦΑΣΜΑ οἷα δὴ φιλοῦσιν ἰατροὶ λέγειν τὰ φαῦλα μειζῶ καὶ τὰ δεῖν’ ὑπέρφοβα, πυργοῦντες αὐτούς. ὑπελήλυσέν τέ μου νάρκα τις ὅλον τὸ δέρμα. ἄνθρωπος ὧν ἥμαρτον· οὐ θαυμαστέον. φειδαλὸς ἦν καὶ μέτριος ἀγοραστής. ΦΑΣΜΑ ἐπισημαίνεσθ', ἐὰν ἡ σκηνασία καθάρεῖος ἦ καὶ ποικίλη. ἔμβαρος ΦΙΛΑΔΕΛΦΟΙ ΦΑΣΜΑ ΦΙΛΑΔΕΛΦΟΙ ἤδη δ' ἐπιχύσεις διάλιθοι, λαβρώνιοι, Πέρσαι δ' ἔχοντες μυισόβας ἐστήκεσαν. οὐ ῥάδιον ἄνοιαν ἐν μικρῷ μεταστήσαι χρόνῳ. νὴ τὸν Δία τὸν μέγιστον ἐκτυφήσομαι. ὡς ἤδὺ τὸ ξὴν, εἰ μεθ' ὧν κρῖνη τις ἄν. ῶστ' ἐγὼγ' ἂν εἴδομην πον σαννίφ πεπληγμένος —