Ancient Greek
168.1
Menander Comic., Fragmenta 168.1
Unproofread scanNot analysed yet
πρὸς τὴν ἀδελφὴν ἀνάδοχον τῶν χρημάτων δὶς παῖδες οἱ γέροντες ΨΕΥΔΗΡΑΚΛΗΣ μάγειρ’, ἀληθῆς μοι δοκεῖς εἶναι σφόδρα· πόσας τραπέζας μέλλομεν ποιεῖν, τρίτον ἤδη μ’ ἐρωτᾷς· χοιρίδιον ἔν θύομεν, ὅκτὼ ποιήσοντες τραπέζας δ’ ἢ μίαν, 5 τί σοι διαφέρει τοῦτο; παράδες σήμαν. οὐκ ἔστι κανθόλους ποιεῖν, οὐδ’ οἷα σὺ εἴωθας εἰς ταῦτόν καρυκεύειν, μέλι, σεμίδαλιν, ὦά. πάντα γὰρ τάναντία νῦν ἔστιν· ὁ μάγειρος γὰρ ἐγχύτους ποιεῖ, 10 πλακοῦντας ὀπτά, χόνδρον ἕψει καὶ φέρει μετὰ τὸ τάριχος, εἶτα θρῖον καὶ βότρυς. ἡ δημιουργὸς δ’ ἀντιπαρατεταγμένη κρεάδι· ὀπτά καὶ κίχλας τραγήματα. ἔπειδ’ ὁ δεῖπνὸν μὲν τραγηματίζεται, 15 μυρισάμενος δὲ καὶ στεφανωσάμενος πάλιν δεῖπνει μελίπικτα τὰς κίχλας.