Ancient Greek
183.11 to 184.15
Menander Comic., Fragmenta 183.11-184.15
Unproofread scanNot analysed yet
εἴπερ τὸν ἀδικοῦντα μὲν ὡς ἠμύνετο ἕκαστος ἡμῶν καὶ συνηγωνίζετο, ἴσως νομίζων ἴδιον εἶναι τὸ γεγενηθὸς ἀδίκημα, καὶ συνέπραττον ἀλλήλοις πικρῶς, 5 οὐκ ἂν ἐπὶ πλεῖον τὸ κακὸν ἡμῖν ἠύξετο τὸ τῶν πονηρῶν, ἀλλὰ παρατηρούμενοι καὶ τυγχάνοντες ἥς ἔδει τιμωρίας ἦτοι σπάνιοι σφόδρ’ ἂν ἦσαν ἢ πεπανημένοι. Λέκιππε καὶ Μνήσιππε, τοῖς εἰρηνμένοις ἡμῶν ὑπὸ τινος ἢ πεπονθόσιν κακῶς ἔστιν καταφρονη πάσιν, οἱ χρηστοὶ φίλοι. καὶ γὰρ ἀποδύρασθ' ἔστι μὴ γελάμενον, 5 καὶ συναγανακτοῦνθ' ὅπόταν οἰκείως ὀρᾷ ἕκαστος αὐτῷ τὸν παρόντα, πάνεται τοῦτον μάλιστα τὸν χρόνον τοῦ δυσφορεῖν. παράδειγμα τοὺς Σύρους λαβέ· ὅταν φάγωσ' ἰχθὺν ἐκεῖνοι, διὰ τινα αὐτῶν ἀκρασίαν τοὺς πόδας καὶ γαστέρας οἰδοῦσιν, ἔλαβον σαχίον, εἴτ' εἰς τὴν ὁδὸν 5 ἐκάθισαν αὐτοὺς ἐπὶ κόπρου, καὶ τὴν θεὸν ἐξιλᾶσαντο τῷ ταπεινοῦσθαι σφόδρα. Porphyrius De abstin. 4, 347 (177, 4 Nauck.) τὸ μέντοι τῶν ἰχθύων ἀπέχεσθαι ἄχρι τῶν Μενάνδρου χρόνων τοῦ κομικοῦ διέμεινε·