Ancient Greek
186.1 to 189.13
Menander Comic., Fragmenta 186.1-189.13
Unproofread scanNot analysed yet
"Ἐλεγχὸς εἰμ' ἐγώ, ὁ φίλος Ἀληθείᾳ τε καὶ Παρησίᾳ Ἐλευθερίᾳ τε (συγγενέστατος) θεός, μόνοιςιν ἐχθρὸς τῶν βροτῶν τοῖς τὴν ἐμὴν γλῶτταν δεδιόσι, πάντα τ' εἴδος καὶ σκῆφος διεξιὼν ὁπόσα σύνοιδ' ὑμῖν (κακά), τὰ σῦκα σῦκα, τὴν σκάφρην σκάφρην λέγων. τοὺς τῆς γαμετῆς ὅρους ὑπερβαίνεις, γύναι, τὴν αὐλίαν· πέρας γὰρ αὐλεῖος θύρα ἐλευθέρα γυναικὶ νενομιστ' οἰκίας· τὸ δ' ἐπιδιώκειν εἰς τε τὴν ὁδὸν τρέχειν, ἐτι λουδορουμένην, κυνὸς ἐστ' ἔργον, Ῥόδη. πάντες μὲν οἱ Θρᾷκες, μάλιστα δ' οἱ Γέται ἡμεῖς ἁπάντων (καὶ γὰρ αὐτὸς εὔχομαι ἐκεῖθεν εἶναι τὸ γένος), οὐ σφόδρ' ἔγκρατεῖς ἐσμέν. 5 γαμεῖ γὰρ ἡμῶν οὐδὲ εἷς εἰ μὴ δέκ' ἢ ἕνδεκα γυναῖκας, δώδεκ' ἢ πλείους τινές. ἂν τέτταρας δ' ἢ πέντε γεγαμηκὼς τις ἢ, καταστροφὴ γῆς, ἀνυμέναιος ἀθλιος, ἄνυμφος οὕτως ἐπικαλεῖτ' ἐν τοῖς ἐκεῖ. ἄνθρωπος ὧν μηδέποτε τὴν ἄλυπίαν αἰτοῦ παρὰ θεῶν, ἀλλὰ τὴν μακροθυμίαν. ὅταν γὰρ ἄλυπος διὰ τέλους εἶναι θέλῃς, ἢ δεῖ θεῶν σ’ εἶναι τιν’ ἢ τάχα δὴ νεκρόν. ὅ παρηγόρει δὲ τὰ κακὰ δι’ ἑτέρων κακῶν. ἅπαντι δαίμων ἄνδρὶ συμπαρίσταται εὐθὺς γενομένῳ, μυσταγωγὸς τοῦ βίου ἀγαθός· κακὸν γὰρ δαίμων· οὐ νομιστέον εἶναι βίον βλέπτοντα χρηστον . . . οὐκ ἐκ πότων καὶ τῆς καθ' ἡμέραν τρυφῆς ζητοῦμεν φ πιστεύσομεν τὰ τοῦ βίου, πάτερ; οὐ περὶ τὸν οἶσ' ἐξευρηκέναι ἀγαθὸν ἕκαστος, ἂν ἔχῃ φίλον σκιάν; ὀλιηρὸν ὁ χρόνος ὁ πολύς. ὧ γῆρας βαρύ, ὡς οὐδὲν ἀγαθόν, δυσχερῆ δὲ πόλλ' ἔχεις τοῖς ζῶσι καὶ λυπηρά. πάντες εἰς σὲ δὲ ἔλθεῖν ὅμως εὐχόμεθα καὶ σπουδάζομεν. ἔνεγκ' ἀτυχίαν καὶ βλάβην εὐσχημόνως. τοῦτ' ἐστιν ἀνδρὸς νοῦν ἔχοντος, οὐκ ἐὰν ἀνασπάσας τις τὰς ὀφρῦς οἴμοι λαλῇ, ἀλλ' ὅς τὰ γ' αὐτοῦ πράγματ' ἐγκρατῶς φέρει. Stobaeus Floril. 108, 31 Μενάνδρου A. 2. οὐκ ἐὰν —λαλῇ Mein.] οὐχ ἄνω —λαλεῖ. οὐχ ὅς ἂν B. 3. ἀνασπάσαντα —λαλεῖν H. Stephanus. οἴμοι Gesn.] εἰ μή. ἐμοὶ B. 4. τὰ γ' αὐτοῦ Mein.] τὰ αὐτοῦ.