Ancient Greek
194.4 to 196.14
Menander Comic., Fragmenta 194.4-196.14
Unproofread scanNot analysed yet
Γλυκέρα, τί κλάεις; ὁμνῶ σοι τὸν Δία τὸν Ὀλύμπιον καὶ τὴν Ἀθηνᾶν, φιλάτη, ὁμωμοκὼς καὶ πρότερον ἤδη πολλάκις. ἂν σφόδρα σαφῶς εἴδῃς τι, τὸν κρύπτοντά σε μηδέποτ’ ἐλέγξῃς· δύσκολον πρᾶγμ’ ἐστὶ γὰρ ἂ λανθάνειν τις βούλεται ταῦτ’ εἰδέναι. ὅταν ἕτερός σοι μηδὲ ἐν τέλεον διδῶ, δέξαι τὸ μόριον· τοῦ λαβεῖν γὰρ μηδὲ ἐν τὸ λαβεῖν ἕλαττον πλεῖον ἔσται σοι πολύ. ὅταν τι πράττῃς ὅσιον, ἄγαθὴν ἐλπίδα πρόβαλλε σαυτῷ, τοῦτο γινώσκων ὅτι τόλμῃ δικαία καὶ θεὸς συλλαμβάνει. πρόβαλλ’ ἑαυτῷ. Demosth. 18, 97 ἀγαθὴν προβαλλόμενος ἐλπίδα. —ὀργῇ παραλογισμὸς ποτ’ οὐδεὶς φύεται. αὕτη κρατεῖ νῦν· ἂν δὲ μικρὸν παραχμαύσῃ, κατόψεται τί μᾶλλον ἔστι συμφέρον. φύεται] φαίνεται Grot. ὀργῇ λογισμὸς γὰρ ποτ’ οὐδεὶς φύεται Dobr. Adv. II 280. ὀργῇ, πάτερ, λ. οὐδ. φύεται Mein. 3. τί μᾶλλον ἔστι Cobet. N. 1. 88] τι μᾶλλον εἰς τὸ. τις μᾶλλον εἰς τὸ Dobr. —de εἰ καὶ σφόδρ’ ἄλγεις, μηδὲν ἠρεθισμένος πράξῃς προσπετῶς· ὀργῆς γὰρ ἄλογίστου κρατεῖν ἐν ταῖς ταραχαῖς μάλιστα τὸν φρονοῦντα δεῖ. σὺ μὲν παραίνεις ταῦτα ὅσα σοι πρέπει, ἐμὲ δὲ ποιεῖν τὸ καθῆκον οὐχ ὁ σὸς λόγος, ἐγὼ ἴσθ’ ἀκριβῶς, ὁ δ’ ἴδιος πείθει τρόπος. et in Stob. ταῦτά πως ὅσα Mein. ταῦθ’ ἄ σοι δοκεῖ πρέπειν K. οὐδὲν διαβολῆς ἐστὶν ἐπιπονώτερον· τὴν ἐν ἑτέρῳ γὰρ κειμένην ἁμαρτίαν εἰς μέμφιν ἰδίαν αὐτὸν ἐπάνωγκες λαβεῖν. πίδου Ἀλεξάνδρου Α. Εὐριπ. Ἀλεξ. ἢ Μενάνδρου Β. at lemma ὅστις δὲ διαβολαῖσι πειθεται ταχύ, ἤτοι πονηρὸς αὐτὸς ἐστι τοὺς τρόπους, ἢ παντάπασι παιδαρίου γνώμην ἔχει. δεῖ τὸν πολιτῶν προστατεῖν αἱρούμενον τὴν τοῦ λόγου μὲν δύναμιν οὐκ ἐπίφθονον, ἤθει δὲ χρηστῷ συγκεκραμένην ἔχειν. ἢ νῦν ὑπὸ τινων χρηστότης καλουμένη μεθῆκε τὸν ὅλον εἰς πονηρίαν βίον· οὐδεὶς γὰρ ἀδικῶν τυγχάνει τιμωρίας. N. 1. 87. πονηρίαν Gesner] ἀπορίαν. τί διακενῆς εἰ χρηστός; ὁ δεσπότης αὐτὸς ἀπολλύει πάντα, σὺ δὲ μὴ λαμβάνεις,