Ancient Greek
Fragment 16
Menander Comic., Fragmenta 16
Not analysed yet
ὡς τοῖσιν εὖ φρονοῦσι σύμμαχος τύχη·
ἅπαντι δαίμων ἀνδρὶ συμπαρίσταται
εὐθὺς γενομένῳ μυσταγωγὸς τοῦ βίου
ἀγαθός· κακὸν γὰρ δαίμον' οὐ νομιστέον
εἶναι βίον βλάπτοντα θνητὸν οὐδ' ἔχειν
κακίαν, ἅπαντα δ' ἀγαθὸν εἶναι τὸν θεόν.
ἀλλ' οἱ γενόμενοι τοῖς τρόποις αὐτοὶ κακοί·
πολλὴν δ' ἐπιπλοκὴν τοῦ βίου πεποιημένοι
<κα>ὶ πάντα τὴν αὑτῶν ἀβουλίαν <παρ>ὲκ
τρίψαντες ἀποφαίνουσι δαίμον' αἴτιον
καὶ κακὸν ἐκεῖνόν φασιν αὐτοὶ γεγονότες.