Ancient Greek · ~7 min
Edition urn:cts:greekLit:tlg0541.tlg003.local001, lines 001.46-001.86
Menander Comic., Georgus 001.46-86
Not analysed yet
ὁ Κλεαίνετος γάρ, οὗ τὸ μειράκιον [τὸ σὸν
ἐργάζεται, πρώην ποτ' ἐν ταῖς ἀμπέλοις
σκάπτων διέκοψε τὸ σκέλος χρηστῶς πάνυ.
<Μυ> τάλαιν' ἐγώ. (Δα) θάρρει· τὸ πέρας δ' ἄκουέ μου.
ἀπὸ τοῦ γὰρ ἕλκους, ὡς τριταῖον ἐγένετο,
βουβὼν ἐπήρθη τῶι γέροντι θέρμα τε
ἐπέλαβεν αὐτὸν καὶ κακῶς ἔσχεν πάνυ.
(Φι) ἀλλ' ἐκκορηθείης σύ γ'· οἷα τἀγαθὰ
ἥκεις ἀπαγγέλλων. (Μυ) σιώπα, γράιδιον.
(Δα) ἐνταῦθα χρείας γενομένης αὐτῶι τινος
κηδεμόνος, οἱ μὲν οἰκέται καὶ βάρβαροι,
ἐφ' οἷς ἐκεῖνός ἐστιν, οἰμώζειν μακρὰν
ἔλεγον ἅπαντες, ὁ δὲ σὸς ὑός, οἱονεὶ
νομίσας ἑαυτοῦ πατέρα, πο[ιής]ας [ἃ δεῖ,
ἤλειφεν, ἐξέτριβεν, ἀπένιζεν, φαγεῖν
προσέφερε, παρεμυθεῖτο, πάνυ φαύλως ἔχειν
δ[ό]ξ̣[α]ν̣τ' ἀνέστησ' αὐτὸν ἐπιμελούμενος.
(Φι) φίλον τέκνον. (Δα) νὴ τὸν Δί', εὖ δῆθ' οὑτοσί.
ἀναλ]α̣<μ>β<άν>ων γὰρ αὑτὸν ἔνδον, καὶ σχολὴν
εὑρὼν] ἀπαλλαγεὶς δικέλλης καὶ κακῶν—
οὕτω] τίς ἐστι σκληρὸς ὁ γέρων τῶι βίωι—
τοῦ μειρ]ακίου τὰ πράγματ' ἀνέκρινεν, τίνα
ἔστ', οὐχὶ παντάπασιν ἀγνοῶν ἴσως.
κοινου]μένου δὲ τοῦ νεανίσκου τά τε
περὶ τ]ῆς ἀδελφῆς ἐμβαλόντος σοῦ <τε> καὶ
[]. ἔπαθέ τι κοινὸν καὶ χάριν
τῆς ἐπιμελείας ὤιετ' ἐκ παντὸς λόγου
δεῖν αὑτὸν ἀποδοῦναι, μόνος τ' ὢν καὶ γέρων
νοῦν ἔσχε· τὴν γὰρ παῖδ' ὑπέσχηται γαμεῖν.
κεφάλαιόν ἐστι τοῦτο τοῦ παντὸς λόγου.
ἥξουσιν ἤδη δεῦρ', ἄπεισιν εἰς ἀγρὸν
αὐτὴ]ν̣ λαβών. παύσεσθε πενίαι μαχόμενοι,
δυσνουθετήτωι θηρί[ωι καὶ δυσκόλωι
καὶ ταῦτ' ἐν ἄστει· δεῖ γὰρ ἢ πλουτεῖν ἴσως
ἢ ζῆν ὅπως μὴ μάρτυρας τοῦ δυστυχεῖν
πολλούς τις ἕξει τοὺς ὁρῶντας· ἔστι δὲ
ἀγρὸς εἰς τὸ τοιοῦτ' εὐκτὸν ἥ τ' ἐρημία.
εὐαγγελίσασθαι πρός σε ταῦτ' ἐβουλόμην.
ἔρρωσο πολλά. <Μυ> καὶ σύ. <Φι> τί πέπονθας, τέκνον;
τί περιπατεῖς τρίβουσα τὰς χεῖρας; <Μυ> τί γάρ;
Φίλινν', ἀποροῦμαι νῦν τί ποιῆσαί με δεῖ.