Ancient Greek · ~8 min
Edition urn:cts:greekLit:tlg0541.tlg003.local001, lines 001.t-001.45
Menander Comic., Georgus 001.t-45
Not analysed yet
ΓΕΩΡΓΟΣ
(ΝΕΑΝΙΣΚΟΣ) []προσιὼν †πράττων
[]ὑποφοβούμενος
ἦν δ' οὐ πονηρὸς οὐδ' ἐδόκουν <>
[]ε̣ ὁ μειρακίσκος ἐν ἀγρῶι διετέλει,
ἔτυχέ τι] συμβεβηκὸς ὅ μ' ἀπολώλεκε
ἀπόδη]μ̣ον εἰς Κόρινθον ἐπὶ πρᾶξίν τινα·
κατιὼν ὑ]πὸ νύκτα γινομένους ἑτέρους γάμους
καταλαμ]βάνω μοι, τοὺς θεοὺς στεφανουμένους,
τὸν πατέ]ρα θύοντ' ἔνδον· ἐκδίδωσι δὲ
αὐτὸς ὁ] πατήρ· ὁμοπατρία γάρ ἐστί μοι
ἐκ τῆς <>]νυνὶ γυναικὸς τρεφομένη
[ἀ]δελφή. τίνα δὲ δυσφεύκτωι κακῶι
τρόπον μάχωμ' οὐκ οἶδ]α· πλὴν οὕτως ἔχω·
[οἰ]κίας οὐδὲν φράσας
[]λ̣[ι]πὼν δὲ τὸν γάμον τὴν φιλτάτην
[. . .] α̣ν ἀδικήσαιμ' ἄν· οὐ γὰρ εὐσεβές.
κόπτειν δὲ μέλλων τὴν θύραν ὀκνῶ πάλαι·
οὐκ οἶδα γὰρ τὸν ἀδελφὸν εἰ νῦν ἐξ ἀγροῦ
ἐνθάδ' ἐπιδημεῖ· πάντα προνοεῖσθαί με δεῖ.
ἀλλ' ἐκποδὼν ἄπειμι καὶ βουλεύσομαι
τοῦτ' αὔθ', ὅπως δεῖ διαφυγεῖν με τὸν γάμον.
ΜΥΡΡΙΝΗ ἀλλ' ὡς πρὸς εὔνουν, ὦ Φίλιννα, τοὺς λόγους
ποουμένη σε πάντα τἀμαυτῆς λέγω·
ἐν τοῖσδ' ἐγὼ νῦν εἰμι. <ΦΙΛΙΝΝΑ> καί, νὴ τὼ θεώ,
ἔγωγ' ἀκούουσ', ὦ τέκνον, μικροῦ δέω
πρὸς τὴν θύραν ἐλθοῦσα καὶ καλέσασα τὸν
ἀλαζόν' ἔξω τοῦτον εἰπεῖν ὅσα φρονῶ.
<Μυ> μὴ σύ γε, Φίλιννα. χαιρέτω. (Φι) τί "χαιρέτω";
οἰμωζέτω μὲν οὖν τοιοῦτος ὤν. γαμεῖ
ὁ μιαρὸς οὗτος ἠδικηκὼς τὴν κόρην
[]τοσούτους κατατ[ ]προσέρχεται
[]ὁ θεράπων ἐξ ἀγροῦ Δᾶος. βραχὺ
. [. .] ι̣ μεταστῶμεν. <Φι> τί δ' ἡμῖν, εἰπέ μοι,
<τούτου> μέλει; καλόν γ' ἂν εἴη, νὴ Δία.
ΔΑΟΣ ἀγρὸν εὐσεβέστερον γεωργεῖν οὐδένα
οἶμαι· φέρει γὰρ μυρρ[ίνην, κιττὸν] καλόν,
ἄνθη τοσαῦτα, τἆλλα δ' ἄν τις καταβάληι,
ἀπέδωκεν ὀρθῶς καὶ δικαίως, οὐ [πλέον
ἀλλ' αὐτὸ τὸ μέτρον. ὁ Σύρος εἰσένεγχ' ὅμως
πάνθ', ὅσα <γε> φέρομεν· ταῦτα πάντ' εἰς τοὺς γάμους.
ὦ χαῖρε πολλά, Μυρρίνη. (Μυ) νὴ καὶ σύ γε.
<Δα> οὔ σε καθεώρων, γεννικὴ καὶ κοσμία
γύναι. τί πράττεις; βούλομαι σ' ἀγαθῶν λόγων,
μᾶλλον δὲ πράξεων ἐσομένων, ἂν οἱ θεοὶ
θέλωσι, γ[εῦς]αι καὶ φθάσαι πρῶτο̣[ς φράσας.