Ancient Greek · ~4 min
Edition urn:cts:greekLit:tlg0541.tlg027.local001
Menander Comic., Perinthia 001
Not analysed yet
ΠΕΡΙΝΘΙΑ
[ΛΑΧΗΣ] σὺ δ' ἀκολούθει [
[]κληματίδ]ας ἔξεισιν φέρων. <Λαχ> τὸ πῦ[ρ
[ΔΑΟΣ] καὶ πῦρ· πρόδηλον. ὦ Τίβειε καὶ Γέτα,
ἔπειτα κατακαύσει μ'. ἀφείητ' ἄν, Γέτα,
σύν]δουλον ὄντα καὶ διασώσαι̣[τ'. ε]ὖ πάνυ
νῦν] ἄν μ' ἀφείητ'. ἀλλὰ περιόψεσθέ με;
οὕτω] πρὸς ἀλλήλους ἔχομεν; προσέρχεται
ὁ Πυρ]ρίας ὅσον γε φορτίον φέρων.
ἀπόλωλα. καὶ δᾶιδ' αὐτὸς ἡμμένην ἔχων
[. . . . . ἀκ]ολουθεῖ. Λαχ περίθετ' ἐν κύκλωι ταχύ.
νυνί γ' ἐπ]ίδειξαι, Δᾶε, τὴν πανουργίαν,
τέχνην τιν' εὑρὼν διαφυγών τ' ἐνθένδε με.
(Δα) τέχνην ἐγώ; (Λα) ναί, Δᾶε· τὸν μὲν ἀπράγμονα
καὶ κοῦφον ἐξαπατᾶν γάρ ἐστι δεσπότην
φλύαρος. (Δα) ἡήν. (Λα) εἰ δέ τις τὴν τῶν φρενῶν
στακτήν— (?Σω) ἐκνίσθης; (Δα) οὐχὶ πρὸς σοῦ, δέσποτα.
(?Σω) ὁ μὲν πονηρός, ὁ θρασὺς ἐνθάδ' ἀρτίως
κατὰ τῶν σκελῶν τὴν κληρονομίαν φιλτατο[
[]ο̣δ̣ων. (?)ἕξειν χάριν
[]ς ὑφ' ἡμῶν. Λαχ κάετε.
[ΣΩ]ΣΙΑΣ []ως ἀφίκετο
[]φερόμενος γὰρ κἀν κύκλωι
[]ρ̣των τ' ἐστὶ τὸ [