Ancient Greek · ~7 min
Edition urn:cts:greekLit:tlg0541.tlg033.local001, lines 001.t-001.46
Menander Comic., Phasma 001.t-46
Not analysed yet
ΦΑΣΜΑ
(ΘΕΟΣ) []υσιων[
[]ἐπιτελεῖν συλλαμβάνηις
[]ν νυμφίον σαυτὸν φρονεῖν
[τῆ]ς παρθένου τὴν μητέρα
[ἑτ]έρωι τοῦθ' ὁμομητρίωι τινὶ
[]μὴ παραδῶις, πρὸς τῶν θεῶν,
[]α̣ σαυτοῦ μηδεμίαν. οὕτω πόει",
[τ]οῦτο· τί γὰρ ἄν τις πάθοι;
τὸ δ' οὐχὶ φάσμ'] ἔστ', ἀλλὰ παῖς ἀληθινή,
ἐν οἰκίαι τα]χ̣θεῖσα τῆς γαμουμένης.
τίκτει γὰρ ἡ] μήτηρ πρὶν ἐλθεῖν ἐνθάδε
[]ταύτην δίδωσί τ' ἐκτρέφειν
[]υν ἐστὶν ἐν τῶν γειτόνων
[τρεφομ]ένη καὶ φυλαττομένη κόρη
ἁνὴρ ὅταν ἔλθηι] δεῦρο· τὸν δ' ἄλλον χρόνον,
ὅτ' οἴχετ' εἰς ἀγρὸ]ν φυλακῆς τ' ἐλάττονος
χρεία 'στιν, ἣν εἴλη]χεν οἰκίαν τότε
εἴωθε καταλιπεῖν.] τίν' οὖν φαντάζεται
[τ]ουτὶ γὰρ ἔτι ποθεῖτ' ἴσως
μαθεῖν σαφέστερ]ον· πεπόηκεν ἡ γυνὴ
διελοῦσα τὸν τοῖχον] διέξοδόν τινα
[]παντ' ἐπισκοπεῖν
[κε]κάλυπται ταινίαις
[μή τις πρ]οσελθὼν καταμάθηι.
[]τις ἔνδον τῆς θεοῦ
(desunt uersus aliquot)
[?ΠΑΙΔΑΓΩΓΟΣ] πῶς εἰσιν οἱ πυροὶ [κατ' ἀγορὰν ὤνιοι;
(ΦΕΙΔΙΑΣ) τί δ' ἐμοὶ μέλει τοῦτο; (?Πα) οὐθέν· [ἀλλὰ τῶι λόγωι
εἰς τὴν ἀλήθειαν καταχρήσα̣[σθ' ἔστ' ἴσως.
ἂν τίμιοι, δακέτω σ' ὑπὲρ ἐμ̣[οῦ τοῦτο τοῦ
πένητος· αἴσθου σαυτὸν ὄντα, [Φειδία,
ἄνθρωπον, ἄνθρωπον δὲ καὶ [τὸν ἐνδεῆ,
ἵνα μὴ 'πιθυμῆις τῶν ὑπὲρ σ̣[ὲ πραγμάτων.
ὅταν δ' ἀγρυπνεῖν εἴπηις, τίς ὁ [βίος σοῦ σκοπῶν
τὴν αἰτίαν γνώσει· περιπατεῖς [
εἰσῆλθες εὐθύς, ἂν κοπιάσηις τ̣[ὰ σκέλη·
μαλακῶς ἐλούσω· πάλιν ἀναστ[ὰς ἐνέφαγες
πρὸς ἡδονήν· ὕπνος αὐτὸς ὁ βί[ος ἐστί σου.
τὸ πέρας· κακὸν ἔχεις οὐδέν, ἡ ν[όσος δέ σου
ἔσθ' ἣν διῆλθες. φορτικώτερο[ν δέ τι
ἐπέρχεταί μοι, τρόφιμε—συγγνώ[μην δ' ἔχε.
τὸ δὴ λεγόμενον, οὐκ ἔχεις ὅπο[ι χέσηις
ὑπὸ τῶν ἀγαθῶν, εὖ ἴσθι. (Φε) μὴ ὥ[ρασι μὲν
ἵκοιο. (?Πα) τἀληθῆ λέγω, νὴ τοὺς θεούς·
τοῦτ' ἐστὶ τἀρρώστημα. (Φε) καὶ μὴ[ν οὐ κρατῶ
ἀτόπως ἐμαυτοῦ καὶ βαρέως [ἔχω πάνυ.