Ancient Greek · ~3 min
Fragment 1
Menander Comic., Theophorumenae fragmenta aliunde nota 1
Not analysed yet
εἴ τις προσελθών μοι θεῶν λέγοι "Κράτων,
ἐπὰν ἀποθάνηις, αὖθις ἐξ ἀρχῆς ἔσηι·
ἔσηι δ' ὅ τι ἂν βούληι, κύων, πρόβατον, τράγος,
ἄνθρωπος, ἵππος· δὶς βιῶναι γάρ σε δεῖ·
εἱμαρμένον τοῦτ' ἐστίν· ὅ τι βούλει δ' ἑλοῦ"·
"ἅπαντα μᾶλλον", εὐθὺς εἰπεῖν ἂν δοκῶ,
"πόει με πλὴν ἄνθρωπον· ἀδίκως εὐτυχεῖ
κακῶς τε πράττει τοῦτο τὸ ζῶιον μόνον.
ὁ κράτιστος ἵππος ἐπιμελεστέραν ἔχει
ἑτέρου θεραπείαν· ἀγαθὸς ἂν γένηι κύων,
ἐντιμότερος εἶ τοῦ κακοῦ κυνὸς πολύ·
ἀλεκτρυὼν γενναῖος ἐν ἑτέραι τροφῆι
ἐστιν, ὁ δ' ἀγεννὴς καὶ δέδιε τὸν κρείττονα.
ἄνθρωπος ἂν ἦι χρηστός, εὐγενής, σφόδρα
γενναῖος, οὐδὲν ὄφελος ἐν τῶι νῦν γένει·
πράττει δ' ὁ κόλαξ ἄριστα πάντων, δεύτερα
ὁ συκοφάντης, ὁ κακοήθης τρίτα λέγει.
ὄνον γενέσθαι κρεῖττον ἢ τοὺς χείρονας
ὁρᾶν ἑαυτοῦ ζῶντας ἐπιφανέστερον."