Ancient Greek · ~3 min
Edition urn:cts:greekLit:tlg0541.tlg012.local001
Menander Comic., Theophorumene 001
Not analysed yet
ΘΕΟΦΟΡΟΥΜΕΝΗ
]ρ̣ετωι:
]ποει
]ω̣
]λέγω
]ων
]ποῶν
]κ̣ι̣αν:
]ς, Λυσία:
]πολαβεῖν
ν]οῦν ἔχει
ἀλα]ζονεύεται
]ραν ποτε
]Κλ[ειν]ία,
]ξ̣ιπ̣. σ̣τατο̣[
(?ΠΑΡΜΕΝΩΝ) ταχ̣[. . .] καταστάξαντες, οἶδ', ἀπ' ὀμμάτων
ἔπλ̣η̣σ̣α. "τἀμὰ δῶρ'", ἀκούεις; ἡ κόρη
"τὰ δῶρά" φησι "τἀμά μ' ἐξείλονθ'". ὁ δὲ
"τί δ' ἔλαβες, ἱππόπορνε; τὸν δὲ δόν[τα σοι
πόθεν οἶσθα τοῦτον; τί δὲ νεανίσκο̣[ ;
ἢ σὺ τί λαβοῦσα στέφανον ἔξω περιπατεῖς;
μαίνει; τί οὖν οὐκ ἔνδον ἐγκεκλειμένη
μαίνει;" (?ΚΛΕΙΝΙΑΣ) φλυαρεῖς. τοῦτό γ' αὐτό, Λυσία,
οὐ προσποεῖται. (ΛΥΣΙΑΣ) πεῖραν ἔξεστιν λαβεῖν.
εἰ θεοφορεῖται ταῖς ἀληθείαισι γάρ,
νῦν εἰς τὸ πρόσθεν ἐνθάδ' ἐκπηδή̣[σεται.
μητρὸς θεῶν, μᾶλλον δὲ κορυβάντ[ων ⏑×
αὔλει. παράστα δ' ἐνθαδὶ πρὸς τὰς θύρας
τοῦ πανδοκείου. (?Κλ) νὴ Δί', εὖ γε, Λυσία,
ὑπέρευγε· τοῦτο βούλομαι. καλὴ θέα.