Ancient Greek
ΜΕΝΑΝΔΡΟΥ ΡΗΤΟΡΟΣ 127 ΓΕΝΕΘ ΛΙΩΝ ΔΙΑΙΡΕΣΙΣ ΤΩΝ ΕΠΙΔΕΙΚΤΙΚΩΝ.
Menander, Διαίρεσις τῶν ἐπιδεικτικῶν (olim sub auctore Genethlio) ΠΕΡΙ ΑΠΕΥΚΤΙΚΩΝ ΚΑΙ ΠΡΟΣΕΥΚΤΙΚΩΝ.
Not analysed yet
9 Οἱ δὲ ἀπευκτικοὶ καὶ προσευκτικοὶ ὕμνοι σχεδὸν μέν, ὥσπερ ἐφάσκομεν, πᾶσι τοῖς προειρημένοις εἰσὶν ἀναπεπλεγμένοι, ἢ τοῖς γε πλείστοις αὐτῶν. ἅπαντες γὰρ ἀνυμνοῦντες τοὺς θεοὺς εἰς εὐχὰς ἐγκλείουσι τοὺς λόγους. ἤδη δέ τινες καὶ ἀποτόμως κατὰ τὰ αὐτὰ γεγόνασιν, ἀπευκτικὸς μὲν ὁ τοιοῦτος Ζεῦ κύδιστε μέγιστε, κελαινεφές, αἰθέρι ναίων, μὴ πρὶν ἐπʼ ἠέλιον δῦναι καὶ ἐπὶ κνέφας ἐλθεῖν. προσευκτικὸς δὲ κλῦθί μευ αἰγιόχοιο Διὸς τέκος, ἥτε μοι αἰεὶ ἐν πάντεσσι πόνοισι παρίστασαι. καὶ παρὰ Πλάτωνι, ὦ φίλε Πᾶν καὶ ὅσα ἐν τῷ Φαίδρῳ εὔχεται. δεῖ δὲ τοὺς τοιούτους ὕμνους μὴ κατακόρους εἶναι. τὰς μὲν γὰρ εὐχὰς δικαίας εἶναι χρή, καὶ ἀπευχὰς δικαίας οὔσας καὶ ἁπλᾶς εἶναι, μὴ τὸ δεῖνα γενέσθαι, εἶναι δὲ καὶ βραχείας, ἔτι δὲ οὐ διδάσκειν τοὺς θεούς, ἀλλʼ αἰτεῖν ἅπερ ἀκριβῶς ἴσασιν. ἔτι δὲ καὶ πάσας εὐχὰς καὶ συγγραφέων ἐπιὼν τὰς αἰτίας εἰς τοὺς πολίτας βραχείας οὔσας εὑρήσεις. ἤδη δὲ καὶ εἰς τοὺς πολιτικοὺς τὸ μέρος τοῦτο τῶν ὕμνων κατῆλθε, πλήν γε ὅσαι ἐπιμαρτυρίαι· τὸ γάρ πρῶτον μὲν ὦ ἄνδρες Ἀθηναῖοι, τοῖς θεοῖς εὔχομαι καὶ τὰ ἑξῆς, καὶ τὸ καλ ῶ δὲ τὸν Ἀπόλλω τὸν Πύ θιον, τῶν εὐκτικῶν καὶ ἀπευκτικῶν ὕμνων μετείληφεν ἴχνη. Οὐκ ἀγνοῶ δὲ ὅτι ἀπορητικούς τινες τεθείκασι καὶ διαπορητικοὺς καθʼ ἕκαστον τῶν μερῶν, οἳ διηπόρηω περὶ γενεαλογίαν, περὶ Ἔρωτος εὐθύς, εἴτε ἐκ χάους ἐγένετο, εἴτε ἐξ Ἀφροδίτης, καὶ πολλὰ τοιαῦτα. καὶ πάλιν περὶ δύναμιν, εἴτε ἀνθρώπινα πράγματα καὶ διοικήσεις, εἴτε θεῖαι. καὶ συνορᾷς δὴ τοῦτο τὸ εἶδος, ὅ φημι, πᾶν, ἀλλὰ τὸν τοιοῦτον ὕμνον τῷ μὲν σχήματι διαφέρειν φημί, τῇ δὲ φύσει τὸν αὐτὸν εἶναι ἐκείνων ἑκάστῳ, ὥσπερ καὶ τὴν Τύχην Σοφοκλῆς ὕμνησε, διαπορῶν ὑμνεῖ. Ἔφην δὲ γενέσθαι τινὰς ὕμνους καὶ ἐξ ὁμοίου τούτων ἀπάντων ἢ τῶν πλείστων συντεθέντων, οἵπερ εἰσὶ καὶ τελειότατοι ἔπαινοι, καἲ μάλιστα τοῖς συγγραφεῦσι πρέποντες· τῷ μὲν γὰρ ποιητῇ ἐξαρκεῖ καὶ μέρος τι ἀπολαβόντι καὶ κατακοσμήσαντι τῇ ποιητικῇ κατασκευῇ πεπαῦσθαι, ὁ δὲ συγγραφσὺς πειράσεται διὰ πάντων ἐλθεῖν. χαριέστατον δὲ τῶν τοιούτων μέρος παρέσχηται ἐν τοῖς Μαντευτοῖς Ἀριστείδης. οὗτος γὰρ τὸν Ἀσκληπιὸν καὶ τὴν Ὑγίειαν συγγέγραφεν οὐκέτι μοι ὡς ἐπαίνων ἀνθρωπίνην περιέργειαν ἔχοντας. Τὸ μὲν δὴ περὶ τῶν εἰς τούς θεούς βιβλίον τέλος εἴληφεν ἡμῖν, ἐξ ὧν ἡγούμεθα καὶ ποιητὰς καὶ συγγραφέας καὶ ῥήτορας πάντας ἀνυμνεῖν θεούς ἐντέχνως, καὶ ὅπως καὶ ἐν ὁποίοις καιροῖς. ἐφεξῆς δʼ ἂν εἴη περὶ χώρας καὶ πόλεως ἐπαίνων εἰπεῖν· οὕτως γὰρ καὶ εἰς τοὺς τόμους ἀνάγκη γεγένηται. καὶ πρῶτον περὶ τῶν τῆς χώρας ἐγκωμίων, οὐχ ὡς ἀποτόμως τινος ἐγκωμιάσαντος χώραν ἄνευ πόλεως, ἀλλʼ ἐν τοῖς τῶν πόλεων ἐγκωμίοις καὶ τῶν περὶ χώραν ἐπαίνων παραλαμβανομένων.