Ancient Greek
ΜΕΝΑΝΔΡΟΥ ΡΗΤΟΡΟΣ 127 ΓΕΝΕΘ ΛΙΩΝ ΔΙΑΙΡΕΣΙΣ ΤΩΝ ΕΠΙΔΕΙΚΤΙΚΩΝ.
Menander, Διαίρεσις τῶν ἐπιδεικτικῶν (olim sub auctore Genethlio) ΠΕΡ ΠΕΠΛΑΣΜΕΝΩΝ.
Not analysed yet
8 Περὶ δὲ τῶν πεπλασμένων ταῦτα ἰστέον, πρῶτον μὲν ὅτι οὐκ ἂν γένοιντο περὶ τοὺς περιφανεῖς τῶν θεῶν ῥᾳδίως, καὶ ὧν αἱ γενέσεις καὶ δυνάμεις πρόδηλοι, ἀλλὰ περὶ τοὺς ἀφανεστέρους ὡς τὰ πολλὰ θεούς καὶ δαίμονας, οἷον καὶ περὶ τὸν Ἔρωτα ὁ λάτων ποτὲ μὲν ὡς πρὸ γῆς ἐγένετο, ποτὲ δὲ ὡς Ἀφροδίτης ἐστὶ παῖς, πάλιν δὲ πεπλασμένος ὕστερον Πόρου καὶ Πενίας, καὶ, πάλιν ὁ Παυσανίας, ὅτι τῇ τέχνῃ τῇ ἰατρικῇ ἐφέστηκεν ἡ δύναμις τοῦ Ἔρωτος, καὶ Ἀριστοφάνης, ὅτι συνάγει τὰ ἡμίτομα τῶν σωμάτων, τούτους τοὺς ὕμνους ποικίλως σφόδρα πλάσας, τοὺς μὲν περὶ φύσιν, τοὺς δὲ περὶ δύναμιν, τοὺς δὲ περὶ γένος. ἥκει καὶ αὕτη ἡ ἐξουσία παρὰ τῶν ποιητῶν, τοῖς συγγραφεῦσιν. Ἄρεως μὲν γὰρ θεράποντας Δειμὸν καὶ Φόβον ἀναπλάττουσι, τοῦ δὲ Φόβου τὴν Φυγὴν φίλην, καὶ τοῦ Θανάτου τὸν Ὕπνον ἀδελφόν· ἤδη δὲ καὶ ἡμεῖς τὸν Λόγον τοῦ Διὸς ἀδελφὸν ἀνεπλάσαμεν, ὡς ἐν ἠθικῇ συνόψει. Ἃ τοίνυν χρὴ ἐν τοῖς πεπλασμένοις τῶν ὔμινων διορᾶν, ἔχοιτε ἂν λέγειν. φυλακτέον γὰρ πρῶτον μὲν μὴ ἀπηρτημένους ἀλλὰ συνεχεῖς πλάττειν, εἴη δʼ ἂν τὸ τοιοῦτο σωζόμενον, εἰ ἀπʼ αὐτῶν λαμβάνοιτο ἡ πλάσις, καὶ μὴ ἀνακεχωρηκυῖα εἴη. ἔπειτα μὴ ἀηδῶς, ἀλλὰ στωμύλως καὶ γλαφυρῶς ἀναπλάττειν, οἷον Μούσας Μνημοσύνης παῖδας, ἢ ὅσα τοιαῦτα. ἔνιαι γὰρ τοῦ ἀκοῦσαι ἀηδεῖς, οἷον ὅτι ἐκ τῆς κεφαλῆς τοῦ Διὸς ἀνέδραμεν ἡ Ἀθηνᾶ. μὴ γὰρ τοῦτο, εἰ καθʼ ὑπόνοιαν εἴρηται, καὶ πρὸς ἄλλο τι ἔχει ὀρθῶς, ἀλλʼ ὅτι ἀηδῶς πέπλασται. ἔπειτα δὲ πίστεις λαμβάνειν ἀπὸ τῶν ἀληθῶν, ἐν οἷς ἂν ψευδώμεθα, ὡς καὶ ἡμεῖς πεποιήκαμεν, πολλάκις δὲ καὶ ὁ Ὅμηρος. ἔτι δεῖ καὶ τοὺς πεπλασμένους ὕμνους ἑαυτοῖς εἶναι συμφώνους, καὶ μὴ ἐναντιούμενα ἢ μαχόμενα ἐφέλκεσθαι, ὥσπερ ἐν ἐκείνῳ τῷ μύθῳ, ὅτι Ζεὺς πρὸ πάντων ἐγένετο καὶ θεῶν ἀπάντων ἐστὶ πατήρ, καὶ τὴν Θέμιν οὖσαν τοῦ Κρόνου τὸ παλαιὸν γυναῖκα ἠγάγετο. ἦν μὲν γὰρ πρὸ πάντων καὶ Θέμιδος· εἰ δʼ ἦν πρὸ Διὸς Θέμις, οὐ πρὸ πάντων. ἔτι πρὸς τούτῳ φυλακτέον ἐν τοῖς πεπλασμένοις ὕμνοις τὸ μῆκος καὶ τὴν περιεργίαν. ἤδη γάρ τινες τῶν νεωτέρων, ἀναπλάσαντες δαίμονά τινα νέον Ζηλοτυπίαν, κρήδεμνον μὲν αὐτῇ Φθόνον προσέθεσαν, ζώνην δʼ οὖ Ἔριν. καὶ μάλιστα ὁ Παυσανίας ἐπιφορὰς ἔχει πρὸς τὴν κατὰ μέρος ταύτην περιεργίαν. ἔστι δὲ καὶ ἑνῶσαι ἀρχαῖον καὶ νέον ἐν ποιήσει μέν, μάλιστα δὲ ἐν συγγραφῇ. Τὴν ἑρμηνείαν δὲ προσάξεις τοῖς τοιούτοις ὕμνοις πρὸς τὰ πράγματα ὁρῶν, εἰ μὲν ἀνθρώπινόν τι ἀναπλάττοις, ἀφελεστέραν καὶ κομψοτέραν, λέγω δὲ ἀνθρώπινα, ὅσα οὐ παντάπασιν φρικώδη καὶ θεῖα, οἷον Πενίαν καὶ Ἀγρυπνίαν, καὶ ὅσα τοιαῦτα. εἰ δὲ ἀνα- πλάττοις τι θεῖον, ὅπως καὶ τὴν ἑρμηνείαν σεμνοτέραν προσάξεις. χρὴ δὲ εἰδέναι, ὅτι γονιμώτατος καὶ ἐπινοίας ἐστὶ σημεῖον ὁ τοιοῦτος ὕμνος.