Ancient Greek
ΜΕΝΑΝΔΡΟΥ ΡΗΤΟΡΟΣ 127 ΓΕΝΕΘ ΛΙΩΝ ΔΙΑΙΡΕΣΙΣ ΤΩΝ ΕΠΙΔΕΙΚΤΙΚΩΝ.
Menander, Διαίρεσις τῶν ἐπιδεικτικῶν (olim sub auctore Genethlio) 1
Not analysed yet
Τῆς ῥητορικῆς ἁπάσης τριχῶς διαιρουμένης ὡς μέρεσιν 1 ἢ εἴδεσιν, ἢ ὅπως δι καλεῖν, εἰς τοὺς λόγους τοὺς ἐν δικαστηρίοις ὑπὲρ κοινῶν ἤτοι δημοσίων ἤ ἰδίων, καὶ οὓς ἐν ἐκκλησίαις ἢ ἐν βουλαῖς διατίθενται, καὶ εἰς τρίτους τοὺς ἐπιδεικτικούς, οὓς δὴ ἐγκωμιαστικοὺς ἢ ψεκτικοὺς καλοῦσιν, ἀπολογεῖσθαι συμβαίνει ὑπὲρ τούτων τῶν τὴν τρίτην τάξιν εἰληφότων διδάσκουσιν ὀρθῶς. μὴ τοίνυν περὶ ῥητορικῆς προσδόκα μόνον ἀκροᾶσθαι ἐξ ἀρχῆς, κἂν ἄνωθεν ὑπὲρ πάντων μέρος διεξιέναι σοι ἐν βραχυτάτῳ προαιρήσωμαι. σκεψώμεθα τοίνυν τὴν μέθοδον, εἰ καθʼ ὁδὸν χωρήσει. Τῶν δὴ ἐπιδεικτικῶν τὸ μὲν ψόγος, τὸ δὲ ἔπαινος· ἃς γὰρ ἐπιδείξεις λόγων πολιτικῶν οἱ σοφισταὶ καλούμενοι ποιοῦνται, μελέτην ἀγώνων εἶναί φαμεν, οὐκ ἐπίδειξιν. τὸ μὲν τοῦ ψόγου μέρος ἄτμητον. ἔπαινος δέ τις γίνεται, ὁτὲ μὲν εἰς τὰ θεῖα, ὁτὲ δὲ εἰς τὰ θνητά, καὶ ὅτε μὲν εἰς θεούς, ὕμνους καλοῦμεν. καὶ τούτους οὖ διαιροῦμεν κατὰ θεὸν ἕκαστον· τοὺς μὲν γὰρ εἰς Ἀπόλλωνα Παιᾶνας καὶ Ὑπορχήματα ὀνομάζομεν, τοὺς δὲ εἰς Διόνυσον Διθυράμβους καὶ Ἰοβάκχους, καὶ ὅσα τοιαῦτα εἴρηται Διονύσου, τοὺς δὲ εἰς Ἀφροδίτην ἐρωτικούς, τοὺς δὲ τῶν ἄλλων θεῶν ἢ τῷ λόγῳ τοῦ γένους ὕμνους καλοῦμεν γενικώτερον πρὸς Δία. ὅπως δὲ χρὴ μετιέναι τούτων τῶν εἰδῶν ἕκαστον, καὶ εἰ ἁρμόττει ὅλως τοῖς καταλογάδην συγγράφουσιν, ἢ πόσα μὲν ἁρμόττει, πόσα δʼ οὔ, ἢ πόσαι μέθοδοι καθʼ ἕκαστον, ἢ τίνες οἱ τρόποι, ἐπειδὰν τὸ ὅλον διελώμεθα, τηνικαῦτα καθʼ ἕκαστα ἐργασόμεθα. Τῶν δʼ οὖ περὶ θνητῶν οἱ μὲν περὶ πόλεις γίνονται ἔπαινοι, οἱ δὲ περὶ ζώων. τὸ μὲν δὴ περὶ τὰς πόλεις καὶ χώρας ἂτμητον, διὸ τὰς διαφορὰς ἐν ταῖς τεχνικαῖς μεθόδοις ἐπιδειξόμεθα. ,οἱ δὲ περὶ ζώων οἱ μὲν περὶ λογικόν, ἅνθρωπον, οἱ δὲ περὶ ἀλόγων γίνονται ἔπαινοι. καὶ τὸν μὲν περὶ τὸν ἄνθρωπον μεθῶμεν, τῶν δʼ αὖ περὶ τὰ ἄλογα οἱ μὲν περὶ χερσαῖα, οἱ δὲ περὶ ἔνυδρα ἔπαινοι γίνονται. καὶ τὸ μὲν περὶ τῶν ἐνύδρων πάλιν ἀποτιθέμεθα, τῶν δʼ αὖ, τῶν ἐγγείων, μέρος διττόν, ἢ πτηνὸν ἢ πεζόν. ἐφʼ ἅπασι δὲ τούτοις ἑξῆς μέτιμεν ἀπὸ τῶν ἐμψύχων ἐπὶ τὰ ἄψυχα. Αἱ μὲν οὖν διαιρέσεις τοῦ ἐπιδεικτικοῦ μέρους παντὸς πᾶσαι αὗται, οὐκ ἀγνοῶ δʼ ὅτι ἐπιτηδευμάτων καὶ τεχνῶν ἤδη τινὲς ἐγκώμια γεγράφασιν, ἀλλʼ ἀφʼ οὗπερ ἡμῖν· ὁ λόγος γίνεται περὶ τὸν ἅνθρωπον, πάντα ταῦτα δείξει, ὥστε λελήθασιν αὐτούς οἱ συγγράφοντες μέρος τι τοῦ παντὸς ἐγκωμίου ὡς ὅλον ἐγκώμιον συνθέντες. οὐ μὴν οὐδʼ ἐκεῖνο ἀγνοῶ, ὅτι καὶ τῶν ἀλῶν καὶ τῶν τοιούτων ἤδη τινὲς τῶν πάλαι σοφιστῶν ἐπαίνους συνέγραψαν, ἀλλʼ ἀφʼ οὗπερ ἡμῖν ἀπὸ τῶν ἐμψύχων ἐπὶ τὰ ἄψυχα μεταβέβηκεν ἡ διαίρεσις, ἤδη περιείληφεν καὶ αὐτὸ τὸ μέρος. ὅπως δὲ τούτων ἕκαστον τμητέον, καὶ ὅπη ταῦτα τὰ κεφάλαια πᾶσιν ὕπεστιν, καὶ ὅπη ἑκάστῳ ἁρμόττει χρήσασθαι, ἐφεξῆς δείκνυμεν.