Ancient Greek · ~7 min
ΜΕΝ ΑΝΔΡΟΥ ΡΗΤΟΡΟΣ ΠΕΡΙ ΕΠΙΔΕΙΚΤΙΚΩΝ.
Menander, Περὶ ἐπιδεικτικῶν 1
Not analysed yet
1 βασιλικὸς λόγος ἐγκώμιόν ἐστι βασιλέως, οὐκοῦν αὔξησιν ὁμολογουμένην περιέξει τῶν προσόντων ἀγαθῶν βασιλεῖ, οὐδὲν δὲ ἀμφίβολον καὶ ἀμφισβητούμενον ἐπιδέχεται διὰ τὸ ἅπαν ἔνδοξον τὸ πρόσωπον εἶναι, ἀλλʼ ὡς ἐφʼ ὁμολογουμένοις ἀγαθοῖς τὴν ἐργασίαν ποιήσῃ. λήψῃ τοίνυν ἐν τούτῳ τὰ προοίμια δηλονότι ἀπὸ τῆς αὐξήσεως, μέγεθος περιτιθεὶς τῇ ὑποθέσει, ὅτι δυσέφικτος, καὶ ὅτι καθῆκας ἑαυτὸν εἰς ἀγῶνα οὐ ῥᾴδιον κατορθωθῆναι λόγῳ, τοὺς ἑαυτοῦ λόγους μακαρίσεις, ὅτι καθῆκον εἰς πεῖραν πραγμάτων, μετʼ ἀγαθῆς καὶ λαμπρᾶς τῆς τύχης, ἧς εἰ λόγοι ἐπιτύχοιεν, μεγίστην ἄρασθαι δυνήσονται δόξαν· ἢ ὅτι ἄτοπόν ἐστι τοσούτων ἀγαθῶν παρὰ βασιλέων πειρωμένους μὴ τὸν πρέποντα καὶ ὀφειλόμενον αὐτοῖς ἔρανον ἀποδιδόναι· ἦ ὅτι δύο τὰ μέγιστα τῶν ὑπαρχόντων ἐν τῷ βίῳ τῶν ἀνθρώπων ἐστὶν εὐσέβεια περὶ τὸ θεῖον καὶ τιμὴ περὶ τὸν βασιλέα, ἃ προσήκει καὶ θαυμάζειν καὶ ὑμνεῖν κατὰ δύναμιν. δέχεται δὲ τὰ προοίμια τοῦ λόγου καὶ ἐκ παραδειγμάτων ἀορίστων ἀπίστως αὐξήσεις, οἷον ὡς ἂν εἰ λέγοιμεν, ὥσπερ δὲ πελάγους ἀπείρου τοῖς ὀφθαλμοῖς μέτρον οὐκ ἔστι λαβεῖν, οὕτω καὶ βασιλέως εὐφημίαν λόγῳ περιλαβεῖν οὐ ῥᾴδιον. οὐ μόνον δὲ ἐπὶ τοῦ βασιλικοῦ τοῦτο εὕροις ἄν, ἀλλὰ καὶ ἐπὶ πάσης ἐπιδεικτικῆς ὑποθέσεως, καὶ μάλιστα ἐν τοῖς συντόνοις τῶν ἐπιδεικτικῶν. ὥσπερ οὖν τὸ κρεῖττον ὕμνοις καὶ ἀρεταῖς ἱλασκόμεθα, οὕτω καὶ βασιλέα λόγοις. ὅταν αὐξήσεως ἕνεκα παραλαμβάνηται, λήψει δευτέρων προοιμίων ἐννοίας ἢ ἀπὸ Ὁμήροὐ τῆς μεγαλοφωνίας, ὅτι ταύτης μόνης ἐδεῖτο ἡ ὑπόθεσις, ἢ ἀπὸ Ὀρφέως τοῦ Καλλιόπης ἢ ἀπὸ τῶν Μουσῶύ αὐτῶν, ὅτι μόλις ἂν καὶ αὗται πρὸς ἀξίαν τῆς ὑποθέσεως εἰπεῖν ἐδυνήθησαν, ὅμως δὲ οὐδὲν κωλύει καὶ ἡμᾶς ἐγχειρῆσαι πρὸς δύναμιν. ἡ τρίτη δὲ τοῦ προοιμίου ἔννοια, (καθόλου δὲ τούτου μέμνησο τοῦ παραγγέλματος) προκαταρκτικὴ γενέσθω τῶν κεφαλαίων, λοιπὸν ὡς διαποροῦντος τοῦ λέγοντος, ὅθεν χρὴ τὴν ἀρχὴν τῶν ἐγκωμίων ποιήσασθαι.