Ancient Greek · ~5 min
ΠΕΡΙ ΕΠΙΘΑΛΛΜΙΟΤ.
Menander, Περὶ ἐπιδεικτικῶν 1-4
Not analysed yet
Ὁ ἐπιθαλάμιος λέγεται ὑπό τινων καὶ γαμήλιος, λόγος δʼ ἐστὶν ὑμνῶν θαλάμους τε καὶ παστάδας καὶ νυμφίους καὶ γένος, καὶ πρό γε πάντων αὐτὸν τὸν θεὸν τῶν γάμων· χαίρει δὲ διηγήμασιν ἐπαφροδίτοις τε καὶ ἐρωτικοῖς· ταῦτα γὰρ οἰκεῖα τῇ ὑποθέσει. μετεχειρίσαντο δὲ τὸ εἶδος οἱ μὲν συντόνως, οἱ δὲ συγγραφικώτερον, καὶ δῆλον ὅτι ὁ μὲν σύντονος συνέστραπται λόγος ἄτε πολιτικῶς προῖών, καὶ ἔξεις τὰς ἀρειὰς τοῦ πολιτικοῦ λόγου προοίμιά τε ἐγκατεσκευασμένα, ἢ μέγεθος περιθήσεις τῇ ὑποθέσει αὔξων αὐτὴν ἀπὸ τῶν προσώπων τῶν ζευγνυμένων, ἂν ὦσιν οἱ νυμφίοι τῶν ἐνδόξων, ἢ τὴν αἰτίαν ἐν αὐτοῖς ἐρεῖς, διʼ ἢν παρελήλυθας ἐπὶ τὸ λέγειν, ὅτι συγγενὴς τῶν γαμούντων, ὅτι παρακληθεὶς ἦλθον ἐπὶ τὸν λόγον, ὅτι ἔρανον ἀποδιδούς αὐτῷ προειληφὼς πρότερον χάριτας ἢ καὶ ἄλλως, ὅτι φιλίᾳ χαριζόμενος, ἢ ὅ τι περ ἄν παραπέσῃ τοιοῦτον, ἢ ὅτι ἀρχόντων καὶ πόλεων· καὶ ἐθνῶν συνελθόντων καὶ συνεορτάζειν αἱρουμένων ἄτοπον ἦν αὐτὸν σιγᾶν καὶ μὴ χαρίζεσθαι τοσαύτῃ συνόδῳ καὶ συνεορτάζειν ἐθέλειν τοῖς παροῦσιν ἅπασιν. μὴ ἀμοιρείτω μέντοι τὰ προοίμια χάριτος, κἂν σύντονα τυγχάνῃ, ἀλλʼ ἐχέτω μὲν ἐννοίας ἡδίστας ὡς ἔνι μάλιστα πρεπούσας τῇ ὑποθέσει· εἰ δὲ μή, ὀνόματα γοῦν ἐπαφρόδιτα καὶ κεχαρισμένα παστάδων, ὑμεναίων, γάμων, Ἀφροδίτης, ἐρώτων, ἵνα καὶ οἰκεῖα γένηται τῇ ὑποθέσει καὶ τοῖς ἀκούουσιν ἥδιστα.