Ancient Greek · ~19 min
ΠΕΡΙ ΕΠΙΒΑΤΗΡΙΟΥ
Menander, Περὶ ἐπιδεικτικῶν 2.1-3
Not analysed yet
Κὰν δέ τις τῷ εἴδει τούτῳ τῷ ἐπιβατηρίῳ καὶ πρὸς πόλιν θέλῃ χρήσασθαι, ἴστω ὡς ἀπὸ τῆς διαθέσεως καὶ τῆς εὐνοίας τῆς περὶ τὴν πόλιν, ὡς ἔχει, καὶ ἀπὸ τῆς ὄψεως τῆς φανερᾶς τῆς πόλεως λήψεται τὴν χορηγίαν τοῦ λόγου ἐκ μιεθόδων καὶ τῶν πατρίων μεμνημένος· οἷον ἐπόθουν μὲν πάλαι καὶ γυμνάσια καὶ θέατρα ταῦτα καὶ ἱερῶν κάλλη καὶ λιμένων τῆσδε τῆς πόλεως· τίς γὰρ οὐκ ἂν ἀγάσαιτο τῶν παρʼ ἡμῖν ἐξαιρέτων τὰς ὑπερβολάς; εἶδον δὲ καὶ νῦν ἄσμενος καὶ γέγηθα τῇ ψυχῇ τὰ ἐξαίρετα· ἄλλοι μὲν γὰρ ἄλλοις χαίρουσιν, οἱ μὲν ἵπποις, οἱ δὲ ὅπλοις, ἐγω δὲ ἀγαπῶ τὴν ἐμαυτοῦ πατρίδα καὶ νομίζω μηδὲν διαφέρειν τὴν περὶ ταύτην ἐπιθυμίαν τῆς περὶ τὴν ἀκτῖνα, ἣν ὁ ἥλιος ἐξ ὠκεανοῦ ἐκτείνει φανείς· τί γὰρ ἄν γένοιτο μεῖζον πόλεως, ἢν ὁ δεῖνα ἔκτισεν; εἶτα ἔπαινον ἐρεῖς διὰ βραχέων τοῦ κτίσαντος, κὰν μὲν βασιλέως ἔργον ἡ πόλις τυγχάνῃ, συνῳδοὶ δʼ ὦσιν οἱ νῦν βασιλεύοντες τῷ τότε, ἐρεῖς, ὅτι ὁ τούτων πρόγονος ἔκτισεν· ἡ γὰρ βασιλεία καὶ τὸ ἀξίωμα συνάπτει τὰ γένη· ἐὰν δὲ ὡς τύραννον μισῶσιν, ὅτι πάσης τῆς οἰκουμένης ἡ πόλις, καὶ ὅτι τινας μὲν τῶν πόλεων ἀνὴρ εἷς ἢ βασιλεὺς εἷς ἔκτισε, ταύτην δὲ ἡ οἰκουμένη σύμπασα. οὐκοῦν μετὰ τὰ μια ὄντα ἐκ περιχαρείας κεφάλαιον ἐργάσῃ ἔχον ἐναντίου αὔξησιν οὕτως· ὅτι ἐδυσχέραινον δὲ ὡς ἔοικεν τὸν παρελθόντα χρόνον καὶ ἠνιώμην ἀθεάμων ὑπάρχων καλλεων τοσούτων καὶ πόλεως, ἣν μόνην καλλίστην πόλεων ὁ ἥλιος ἐφορᾷ· ἐπειδὴ δὲ εἶδον, ἐπαυσάμην τῆς λύπης, ἀπεσεισάμην δὲ τὴν ἀνίαν, ὁρῶ δὲ ἅπαντα ὧν ἐπόθουν τὴν θέαν, οὐκ ὀνειράτων εἰκόνας οὐδὲ ὥσπερ ἐν κατόπτρῳ σκιάς, ἀλλʼ αὐτὰ τὰ τεμένη, αὐτὴν τὴν ἀκρόπολιν, αὐτοὺς τούς νεὼς καὶ λιμένας καὶ στοάς. δεύτερον δὲ κεφάλαιον ἐρεῖς μετὰ τοῦτο αὐτοῦ τοῦ κτίσαντος ἔπαινον σύμμετρον. τρίτον κεφάλαιον, ἐν ᾧ τὴν φύσιν τῆς χώρας ἐκφράσεις, ὅπως μὲν ἔχει πρὸς θάλασσαν, ὅπως δὲ πρὸς ἢπειρον, ὅπως δὲ πρὸς ἀέρας· διεξεργάσῃ δὲ τούτων ἕκαστον συμμέτρως, καὶ ἐν μὲν τῷ κατʼ ἤπειρον ἐκφράσεις πεδίων κάλλη, ποταμῶν, λιμένων, ὀρῶν· ἐν δὲ τῷ κατὰ θάλατταν, ὅπως ἐπιτηδείως ἔχει πρὸς τοὺς καταίροντας καὶ τίσι πελάγεσι περικλείεται, ἐν ᾧ καὶ ἔκφρασις πελάγους· ἐν δὲ τῷ κατὰ τούς ἀέρας, ὅτι ὑγιεινῶς ἔχει, καὶ συγκρινεῖς τούτων ἕκαστον, τὴν μὲν χώραν ἑτέρῳ χώρᾳ, οἷον ὅτι ἐν καλῷ μὲν κεῖται, καθάπερ ἡ Ιταλία, διαφέρει δὲ τῷ ἐκείνην μὲν ἐν μέρει τινὶ τῆς οἰκουμένης πλησίον βαρβάρων κεῖσθαι ἢ καὶ πρὸς τῷ τέλει τῆς οἰκουμένης, ταύτην δὲ ἢ πλησίον Ἑλλάδος εἶναι ἢ κατὰ τὸ μέσον τῆς οἰκουμένης, καὶ εὐφυέστερον ἔχειν πρὸς ἢπειρον καὶ πρὸς θάλασσαν· τὸ δὲ πρὸς τοὺς ἀέρας ἢ πρὸς τούς Ἀθηναίων ἀέρας ἢ πρὸς τούς Ἴωνας. εἶτα μετὰ τὰς συγκρίσεις ταύτας καὶ τὴν ἐργασίαν τῶν ἐπιχειρημάτων συνάψεις, τὰ κατὰ τὴν πόλιν ὅπως ἔχει, καὶ αὐτὴ φύσεως ἐν τῇ χώρᾳ· ἀκολουθεῖ γὰρ τῷ λόγῳ τῷ περὶ φύσεως τῆς χώρας καὶ ὁ λόγος ὁ περὶ τῆς φύσεως τῆς πόλεως, ἐν ᾧ ἐρεῖς, πότερον ἐν μέσῳ κεῖται τῆς χώρας, πρὸς θάλασσαν μᾶλλον, ἢ πρὸς τοῖς ὄρεσιν. ἰδίαν μέντοι ἐργασίαν ὁ περὶ τῆς θέσεως τῆς πόλεως ἕξει, ἄμφω δὲ εἰς ἕν κεφάλαιον ἀνάγειν τό τε κατὰ τὴν φύσιν τῆς χώρας καὶ τὸ κατὰ τὴν θέσιν τῆς πόλεως οὐδὲν κωλύει, λέγω δὲ εἰς τὸ τῆς φύσεως κεφάλαιον· ταὐτὸν γάρ ἐστιν ἐπὶ τῆς χώρας καὶ φύσις καὶ θέσις, πλὴν ὅτι ἡ μὲν θέσις τὸ κεῖσθαι σημαίνει, ἡ δὲ φύσις τὰ ἐν τῇ θέσει, ὥσπερ βλαστήματα καὶ ὄρη καὶ πεδία καὶ ποταμοὺς καὶ φυτά, ὥστε ἡ μὲν θέσις ἔσται καὶ φύσις, οὐ πάντως δὲ ἡ φύσις θέσις· φυτὰ γὰρ καὶ ποταμούς καὶ ὁρῶν ὑπεροχὰς καὶ τὰ τοιαῦτα ὁ τῆς φύσεως παρέχει λόγος· ἵνα δὲ συντόμως εἴπω, ὁ περὶ τῆς φύσεως τῆς χώρας λόγος διττός ἐστιν· ὁ μὲν γάρ ἐστι τῆς θέσεως, ὡς ἔχει πρὸς ἑκάτερον τῶν στοιχείων, ὁ δὲ τῶν ἐν τῇ χώρᾳ βλαστημάτων. μετὰ δὲ τὸν περὶ τῆς φύσεως λόγον τὸν περὶ τῆς ἀνατροφῆς θήσεις, ἐὰν ἔχῃς ἐν πατρίοις, ὡς ὁ Ἀριστείδης εὐπόρησεν εἰπών, ὡς Ἀθηναῖοι παρὰ τῆς Δήμητρος καρποὺς ἔλαβον, καὶ λαβόντες τοῖς ἄλλοις μετέδοσαν· ἐὰν δὲ μὴ ἔχῃς, ἐπαίνεσον τὰ ἔθη, ὡς ἐν κεφαλαίῳ τῶν ἐπιτηδευμάτων· ἐπιτηδεύματα γάρ ἐστιν ἔνδειξις τοῦ ἤθους καὶ τῆς προαιρέσεως τῶν ἀνδρῶν ἄνευ πράξεων ἀγωνιστικῶν. ἐρεῖς οὖν ὅτι πρὸς τούς ξένους φιλάνθρωπος, ὅτι πρὸς τὰ συμβόλαια νόμιμος, ὅτι μεθʼ ὁμονοίας συνοικοῦσιν ἀλλήλοις, καὶ ὅτι ὁποῖοι πρὸς ἀλλήλους, τοιοῦτοι καὶ πρὸς τοὺς ἔξωθεν. ἐφʼ ἅπασι δὲ τούτοις τοῖς κεφαλαίοις, ἐπειδήπερ ἐπιβατήριον ὑπεθέμεθα, προσθήσεις ἐκεῖνα συχνότερον, ἵνα μὴ ἀπάδῃ τῆς ἐπαγγελίας ὁ λόγος· ταῦτά με ἦν τὰ ἐφελκόμενα, ταῦτα ἐπόθουν, διὰ τοῦτο οὕτε νύκτα οὔτε ἡμέραν ἐδόκουν ἡσυχάζειν φλεγόμενος τοῖς περὶ ταῦτα ἔρωσι, καὶ οὐ ταῦτά με μόνον πρὸς τὸν πόθον διήγειρεν, ἀλλὰ τούτων πλείω καὶ θαυμασιώτερα, οἷς συνάψεις τὰ ἑξῆς ἐγκώμια.