Ancient Greek · ~13 min
ΠΕΡΙ ΕΠΙΒΑΤΗΡΙΟΥ
Menander, Περὶ ἐπιδεικτικῶν 3.1
Not analysed yet
Ἐὰν δὲ μὴ ἐπιβατήριος ὁ λόγος ᾖ, ἄλλως δὲ πάτριος, περὶ μὲν ἐρώτων καὶ περιχαρείας ἐρεῖς οὐδέν, ἁπλῶς δὲ ἄνευ τῆς τοιαύτης προσθήκης ἐργάσῃ τὸ ἐγκώμιον πατρίοις χρώμενος τοῖς κεφαλαίοις ἐφεξῆς, ὡς προείρηται καὶ ῥηθήσεται. ἔστι δὲ κεφάλαια ἐκεῖνα περὶ ὧν εἰρήκαμεν, φύσις, ἀνατροφή, ἐπιτηδεύματα, ἰδιάζον δὲ κεφάλαιον τοῦ ἐπιβατηρίου τὸ ἐκ περιχαρείας, τὰ δὲ λοιπὰ κοινά. μετὰ τοίνυν τὰ ἐπιτηδεύματα θήσεις τὰς πράξεις εἰς τέσσαρας ἀρετάς, δικαιοσύνην, ἐν ᾗ μαρτυρίαν μεταλήψῃ τῶν περιοίκων, ὅτι ταύτην ἡγούμενοι τὴν πόλιν ὅρον εἶναι δικαιοσύνης ἥκουσι παῤ ἡμᾶς δικασόμενοι· καθάπερ οἱ Ἀθηναῖοι τὸν Ἀρειον πάγον δικαιοσύνης δικαστήριον παρειλήφασιν, οὕτω καὶ τὴν ἡμετέραν οἱ ἀστυγείτονες, καὶ οὐδεὶς ἐνεκάλεσεν οὔτε ξένος οὔτε ἰδιώτης τῶν παῤ ἡμῖν, οὔτε ἀστυγειτόνων πόλει τῇ ἡμετέρᾳ, οὔτε περιοίκων, οὔτε περὶ ὅρων, οὔτε περὶ ὧν εἰώθασιν ἀμφισβητεῖν αἱ πόλεις. εἶτα ἀπὸ τῶν καταπλεόντων ἐμπόρων, ὅτι αἱροῦνται τὰς ἄλλας πόλεις καταλιπόντες εἰς τὴν ἡμετέραν καταίρειν πεπειραμένοι τῆς ἡμετέρας φιλανθρωπίας· εἶτα κατασκευάσεις ὅτι μὴ τὸ τέλος φορτικὸν εἰσπραττόμεθα, ὅτι μηδὲ ζημιοῦνται παρὰ τοὺς νόμους. τὴν δὲ σωφροσύνην ἀπὸ ἐγκρατείας ἐρεῖς, ἀπὸ τῆς τῶν νέων ἀγωγῆς, καὶ κατασκευάσεις, ὅτι οἱ μὲν περὶ λόγους καὶ φιλοσοφίαν ἔχουσιν, οἱ δὲ περὶ τέχνας καὶ ἄλλας ἐπιστήμας. ἀνάγκη δὲ τοὺς περὶ ταῦτα ἔχοντας Ἀφροδίτης μὲν ἀτόπων νόμων ὑπερορᾶν, παρασκευάζειν δὲ τὴν ψυχὴν τὰ βελτίω περιεργάζεσθαι. περὶ δὲ τῆς φρονήσεως οὕτως ἐρεῖς, ὅτι θαυμάζοντες οἳ τὸ αὐτὸ ἔθνος καὶ γένος εἰλήχασι παῤ ἡμᾶς ἥκουσι συσκεψόμενοι περὶ τῶν κοινῶν, ὥσπερ τὸ παλαιὸν παῤ Ἀθηναίους οἱ Ἕλληνες, καὶ κοινόν ἐστι συνέδριον καὶ βουλευτήριον τοῦ κοινοῦ γένους ἡ ἡμετέρα πόλις· καὶ ὅτι εἰ ἔδει νῦν νομοθετεῖν, ἐνομοθέτησεν ἄν τῷ κοινῷ γένει τῶν ἀνθρώπων, ὥσπερ τὸ παλαιὸν Λακεδαιμόνιοι καὶ Ἀθηναῖοι τοῖς Ἕλλησι· ποῦ μὲν γὰρ Σόλωνες πλείους τῶν παρʼ ἡμῖν; ποῦ δὲ Λυκοῦργοι βελτίους; ποῦ δὲ Μίνως καὶ Ῥαδάμανθυς, οἱ τῶν Κρητῶν νομοθέται; περὶ δʼ ἀνδρείας ἐρεῖς, ὅτι πολλῶν πολλάκις πρεσβειῶν πρὸς βασιλέα καὶ ἐκ πολλῶν ἐθνῶν γεγενημένων οὐδένες μετὰ πλείονος παρρησίας καὶ σεμνότητος διελέχθησαν τῶν ἀπὸ τῆς ἡμετέρας. εἶτα ἐφʼ ἑκάστῃ τῶν ἀρετῶν συγκρίσεις ἐργάσῃ, ἰδίαν μὲν καθʼ ἑκάστην, μετὰ δὲ ταύτην ἐφʼ ἀπάσαις αὐταῖς ἀθρόαν σύγκρισιν ἐργάσῃ πόλεως πρὸς πόλιν, συλλαμβάνων ἅπαντα καὶ τὰ πρὸ τούτων ὁμοίως, φύσιν, ἀνατροφήν, ἐπιτηδεύματα, πράξεις· καὶ ἐν οἷς μὲν ἂν τούτων εὕρῃς σωζομένην τὴν ἰσότητα ἢ καὶ πλεονεξίαν παρὰ τῆ πόλει ἣν ἐπαινεῖς, ταῦτα ἀντεξετάσεις ἐν τῇ συγκρίσει, ἐν οἷς δʼ ἂν εὑρίσκῃς αὐτὴν ἐλαττουμένην, ταῦτα παραδραμεῖς· καὶ γὰρ Ἰσοκράτης συγκρίνων Θησέα Ἠρακλεῖ, ἐν οἷς μὲν εὗρεν αὐτὸν πλεονεκτοῦντα, ἀντεξήτασεν, ἐν οἷς δὲ τὸν Ἡρακλέα, ταῦτα ἐσίγησε. μετὰ τὴν σύγκρισιν ἥξεις ἐπὶ τοὺς ἐπιλόγους, ἐν οἷς διαγράψεις αὐτὸ τὸ σχῆμα τῆς πόλεως, καὶ ἐρεῖς στοάς, ἱερά, λιμένας, εὐετηρίας, ἀφθονίαν, τὰ ἐκ τῆς θαλάσσης ἐπεισαγόμενα ἀγαθά, ἵππων δρόμους, ἄν ἔχῃ, ἀγώνων διαθέσεις, λουτρῶν ἀπολαύσεις, ὑδάτων ἐπιρροάς, ἄλση ἐν αὐτῇ τῇ πόλει, τὰ περὶ τὴν πόλιν, οἷον ἐὰν ἱερὸν πλησίον πολυτελὲς ᾖ, ἄν μαντεῖον, ἄν τέμενος θεοῖς ἀνακείμενον· καὶ γὰρ ταῦτα συντελεῖ πρὸς κόσμον τῇ πόλει· ἐφʼ ἅπασι δὲ τούτοις τοῖς παραγγέλμασιν ἐντεύξει Καλλινίκου λόγοις καὶ Ἀριστείδου καὶ Πολέμωνος καὶ Ἀδριανοῦ, καὶ μιμήσῃ τὰς ἐργασίας ἐν μὲν τῷ τῆς φύσεως τόπῳ, ἐν δὲ τοῖς λοιποῖς ὡσαύτως, οὐχ ἧττον δὲ κἀν τοῖς ἐπιλόγοις τὸν ἐκείνων τρόπον ζηλώσεις.