Ancient Greek · ~4 min
ΠΕΡΙ ΕΠΙΘΑΛΛΜΙΟΤ.
Menander, Περὶ ἐπιδεικτικῶν 4-2
Not analysed yet
Τρίτος τόπος ἐστὶν ὁ ἀπὸ τῶν νυμφίων, χαριέστατος τος δʼ ἄν οὗτος γένοιτο, εἰ κατὰ συμπλοκὴν ἀντεξεταστικῶς προέλθοι, ὅτι θαυμάσιος μὲν ὁ νεανίας, θαυμασία δὲ ἡ κόρη, ἐν παιδείᾳ σοφὸς οὗτος ἐν λύρᾳ, καὶ ἐν μούσαις οὗτος ἀρίζηλος, ἐκείνη δὲ ἐν σεμνότητι· εἰ δʼ οὐκ ἔχοις τοῦτο, λέγε, ὅτι οὗτος μὲν ἐν λόγοις, ἐκείνη δὲ ἐν ἱστουργίαις καὶ Ἀθηνᾶς καὶ Χαρίτων ἔργοις. καὶ ἄνευ μὲν ἀντεξετάσεως, κατὰ συμπλοκὴν δὲ ἄλλως· ἀμφοτέρων δὲ τίς οὐκ ἂν τὰς ἀρετὰς ἐπαινέσειε, καὶ τὴν προσοῦσαν σωφροσύνην, καὶ τὴν ἐνυπάρχουσαν ἐπιείκειαν; δυνατὸν δὲ καὶ ἰδίᾳ καὶ χωρὶς ἑκάστου διελόμενον τὸν ἔπαινον ἐπαινεῖν· κάλλος δὲ παρʼ ἀμφοῖν κατὰ ἀντεξέτασιν, πάντως οὐχ ἡ μὲν φυτῶν καλ- λίστῳ ἐλαίᾳ, ὁ δὲ φοίνικι παραπλήσιος; καὶ ὅτι ὁ μὲν ῥόδῳ προσέοικεν, ἡ δὲ μήλῳ. διαγράψεις δὲ καὶ τὸν νεανίαν οἷος ἰδεῖν, οἷος ὀφθῆναι, ὡς χαρίεις καὶ εὐπρόσωπος, ὡς ἰούλοις κατάκομος, ὡς ἄρτι ἡβάσκων, τῆς παρθένου γὰρ φυλάξῃ διὰ τὰς ἀντιπιπτούσας διαβολὰς κάλλος ἐκφράζειν, πλὴν εἰ μὴ συγγενὴς εἴης, καὶ. ὡς εἰδὼς ἀναγκαίως λύοις τὸ ἀντιπῖπτον τῷ λέγειν τὸ ἀκηκόαμεν ταῦτα.