Ancient Greek
Dfhg-Source dfhg2_MENECRATES_NYSAENSIS
MENECRATES NYSAENSIS, Fragmentum 8
Not analysed yet
Μενεκράτης δέ τις, ἱστορίαν περὶ Νικαίας τῆς ἐν Βιθυνίᾳ πόλεως ἐκδεδωκὼς, Θησέα φησὶ τὴν Ἀντιόπην ἔχοντα διατρῑψαι περὶ τούτους τοὺς τόπους· τυγχάνειν δὲ συστρατεύοντας αὐτῷ τρεῖς νεανίσκους ἐξ Ἀθηνῶν, ἀδελφοὺς ἀλλήλων, Εὔνεων καὶ Θόαντα καὶ Σολόεντα. Τοῦτον οὖν ἐρῶντα τῆς Ἀντιόπης, καὶ λανθάνοντα τοὺς ἄλλους, ἐξειπεῖν πρὸς ἕνα τῶν συνήθων· ἐκείνου δὲ περὶ τούτων ἐντυχόντος τῇ Ἀντιόπῃ, τὴν μὲν τὴν πεῖραν Ἰσχυρῶς ἀποτρίψασθαι, τὸ δὲ πρᾶγμα σωφρόνως ἄμα καὶ πρᾴως ἐνεγκεῖν, καὶ πρὸς τὸν Θησέα μὴ κατηγορῆσαι. Τοῦ δὲ Σολόεντος, ὡς ἀπέγνω, ῥίψαντος ἑαυτὸν εἰς ποταμόν τινα καὶ διαφθαρέντος, ᾐσθημένον τότε τὴν αἰτίαν καὶ τὸ πάθος τοῦ νεανίσκου τὸν Θησέα βαρέως ἐνεγκεῖν, καὶ δυσφοροῦντα λόγιόν τι πυθόχρηστον ἀνενεγκεῖν πρὸς ἑαυτόν· εἶναι γὰρ αὐτῷ προστεταγμένον ἐν Δελφοῖς ὑπὸ τῆς Πυθίας, ὅταν ἐπὶ ξένης ἀνιαθῇ μάλιστα καὶ περίλυπος γένηται, πόλιν ἐκεῖ κτίσαι, καὶ τῶν ἀμφ ̓ αὑτὸν τινὰς ἡγεμόνας καταλιπεῖν. Ἐκ δὲ τούτου τὴν μὲν πόλιν, ἣν ἔκτισεν, ἀπὸ τοῦ θεοῦ Πυθόπολιν προσαγορεῦσαι· Σολόεντα δὲ τὸν πλησίον ποταμὸν ἐπὶ τιμῇ τοῦ νεανίσκου. Καταλιπεῖν δὲ καὶ τοὺς ἀδελφοὺς αὐτοῦ οἷον ἐπιστάτας καὶ νομοθέτας, καὶ σὺν αὐτοῖς Ἕρμον, ἄνδρα τῶν Ἀθήνησιν Εὐπατριδῶν· ἀφ ̓ οὗ καὶ τόπον Ἑρμοῦ καλεῖν οἰκίαν τοὺς Πυθοπολίτας οὐκ ὀρθῶς τὴν δευτέραν συλλαβὴν περισπῶντας καὶ τὴν δόξαν ἐπὶ θεὸν ἀπὸ ἥρωος μετατιθέντας.