Ancient Greek
Dfhg-Source dfhg2_MENECRATES_XANTHIUS
MENECRATES XANTHIUS, Fragmenta 1
Not analysed yet
Ἀρτύμνησος, πόλις Λυκίας, ἄποικος Ξανθίων. Τὸ ἐθνικὸν Ἀρτυμνησεύς. Μενεκράτης ἐν πρώτῃ τῶν Λυκιακῶν φησὶν ὅτι πολυανθρωπήσασαν τὴν Ξάνθον τοὺς πρεσβύτας εἰς τρία μέρη διελεῖν· τούτων δὲ τὴν μὲν ἐπὶ τὸν Κράγον ἐλθεῖν καὶ οἰκίσαι ἐν τῷ ὄρει λόφον στρόγγυλον [κατοικίσαι] καὶ καλέσαι τὴν πόλιν Πινάραν, ἣν μεθερμηνεύεσθαι στρογγύλην. Τὰ γὰρ στρογγύλα πάντα Λύκιοι πίναρα καλοῦσιν.