Ancient Greek
Dfhg-Source dfhg2_MENECRATES_XANTHIUS
MENECRATES XANTHIUS, Fragmenta 4
Not analysed yet
Μενεκράτης δὲ ὁ Ξάνθιος προδοῦναι τοῖς Ἀχαιοῖς αὐτὸν (τὸν Αἰνείαν) ἀποφαίνει τὴν πόλιν (Τροίαν) τῆς πρὸς Ἀλέξανδρον ἔχθρας ἕνεκα· καὶ διὰ τὴν εὐεργεσίαν ταύτην Ἀχαιοὺς αὐτῷ συγχωρῆσαι διασώσασθαι τὸν οἶκον. Σύγκειται δὲ ὁ λόγος αὐτῷ ἀρξαμένῳ ἀπὸ Ἀχιλλέως ταφῆς, τὸν τρόπον τόνδε· «Ἀχαιοὺς δ ̓ ἀνίη εἶχε, καὶ ἐδόκεον τῆς στρατιῆς τὴν κεφαλὴν ἀπηράχθαι· ὅμως δὲ τάφον αὐτῷ δαίσαντες ἐπολέμεον γῇ πάσῃ, ἄχρις Ἴλιον ἑάλω Αἰνείεω ἐνδόντος. Αἰνείης γὰρ ἄτιτος ἐὼν ὑπὸ Ἀλεξάνδρου, καὶ ἀπὸ γερέων ἱερῶν ἐξειργόμενος, ἀνέτρεψε Πρίαμον. Ἐργασάμενος δὲ ταῦτα εἷς Ἀχαιῶν ἐγεγόνει.»