Ancient Greek
2.235.7
Menestor, Testimonia 2.235.7
Unproofread scanNot analysed yet
5. —21,5 ff. ὡσπερ καὶ Ἐμπεδοκλῆς λέγει περὶ τῶν ζώιων· τὰ γὰρ ὑπέρ- 35 πυρα τὴν φύσιν ἄγειν εἰς τὸ ὑγρόν. (6) συνηκολούθησε δὲ ταύτῃ τῇ δόξῃ καὶ Μενέστωρ οὐ μόνον ἐπὶ τῶν ζώιων. ἀλλὰ καὶ ἐπὶ τῶν φυτῶν. θερμότατα γὰρ εἶναι φησι τὰ μάλιστα ἔνυγρα οἷον σχοῖνον, κάλαμον, κύπειρον· δι’ ὃ καὶ ὑπὸ τῶν χειμῶνων οὐκ ἐκπῆγνυσθαι· καὶ τῶν ἄλλων ὅσα μάλιστα ἐν τοῖς ψυχροῖς δύνασθαι διαμένειν, οἷον ἐλάτην, πεύκην, κέδρον, ἄρκευθον, κιττόν. ἐπὶ 40 τούτου γὰρ οὐδὲ τὴν χιόνα τῇ θερμότητι ἐπιμένειν. ἐπὶ δὲ σκολιὸν εἶναι διὰ τὴν ἐντερίωννν θερμὴν οὔσαν καὶ διαστρέφειν. (7) τρίτην δ’ αἰτίαν λέγει τοῦ πρωίβλαστοῦ καὶ πρωίκαρπου εἶναι· φύσει γὰρ καὶ ὁ ὅπὸς αὐτοῖς ὤν θερμὸς καὶ βλαστάνειν πρωτὶ ποιεῖ καὶ πέττειν τοὺς καρπούς. σημεῖον δὲ ποιεῖ καὶ τούτου τὸν κιττὸν καὶ ἕτερ’ ἅπτα. τετάρτη δὲ ἡ τῶν ἀειφύλλων· διὰ γὰρ θερμότητα καὶ