Ancient Greek · ~2 min
Fragment 5
Menippus Geogr., Fragmenta 5
Not analysed yet
Σικελία ἡ νῆσος Σικανία πρότερον ὠνομάζετο, εἶτα Σικελία ἐκλήθη, ὥς φησι Ἑλλάνικος Ἱερειῶν τῆς Ἥρας β'· «ἐν δὲ τῷ αὐτῷ χρόνῳ καὶ Αὔσονες ὑπὸ τῶν Ἰαπύγων ἐξ Ἰταλίας ἐξανέστησαν, ὧν ἦρχε Σικελός· καὶ διαβάντες εἰς τὴν νῆσον τὴν τότε Σικανίαν καλουμένην περὶ τὴν Αἴτνην καθιζόμενοι ᾤκουν αὐτοί τε καὶ ὁ βασιλεὺς αὐτῶν Σικελὸς, βασιλείην ἐγκαταστησάμενος· καὶ ἐντεῦθεν ὁρμώμενος ὁ Σικελὸς οὗτος πάσης ἤδη τῆς νήσου ταύτης, τότε Σικελίας καλουμένης ἀπὸ τοῦ Σικελοῦ τούτου, (ὃς καὶ ἐν αὐτῇ) ἐβασίλευσε.» Καὶ Μένιππος δὲ ταὐτά φησιν. [Θουκυδίδης δὲ οὕτως·] «ἐλθόντες εἰς Σικελίαν κτλ.