Ancient Greek · ~2 min
Dfhg-Source dfhg4_MENYLLUS
MENYLLUS, Fragmenta 1
Not analysed yet
Σεπτίμιος Μάρκελλος γήμας Σιλουίαν, τὰ πολλὰ κυνηγίῳ προσέκειτο· τὴν δὲ νεόνυμφον ἐν σχήματι ποιμένος Ἄρης βιασάμενος, ἐγκύμονα ἐποίησε, καὶ ὡμολόγησεν, ὅστις ἦν, καὶ δόρυ ἔδωκε, τὴν γένεσιν τοῦ μέλλοντος τίκτεσθαι φάσκων ἐν αὐτῷ ἀποκεῖσθαι. Ἀπέκτεινε γοῦν Σεπτίμιος Τουσκῖνον. Μάμερκος δὲ ὑπὲρ εὐκαρπίας θύων θεοῖς, μόνης ἠμέλησε Δήμητρος. Ἡ δὲ κάπρον ἔπεμψε. Συναθροίσας δὲ πολλοὺς ἐκεῖνος κυνηγέτας ἀνεῖλε, καὶ τὴν κεφαλὴν καὶ τὸ δέρος τῇ κατηγγυημένῃ γυναικὶ κατεχώρησε. Σκυμβράτης δὲ καὶ Μουθίας οἱ μητράδελφοι περιείλοντο τῆς κόρης. Ἀγανακτήσας δ ̓ ἀνεῖλε τοὺς συγγενεῖς· ἡ δὲ μήτηρ τὸ δόρυ κατέκαυσεν· ὡς Μένυλλος ἐν τρίτῳ Ἰταλικῶν.