Ancient Greek · ~2 min
Play Thou
Metagenes Comic., Fragmenta 1
Not analysed yet
Ὁ μὲν ποταμὸς ὁ Κρᾶθις ἡμῖν καταφέρει
μάζας μεγίστας αὐτομάτας μεμαγμένας,
ὁ δ' ἕτερος ὠθεῖ κῦμα ναστῶν καὶ κρεῶν
ἑφθῶν τε βατίδων εἰλυομένων αὐτόσε.
τὰ δὲ μικρὰ ταυτὶ ποτάμι' ἐνμεντευθενί
ῥεῖ τευθίσιν ὀπταῖς καὶ φάγροις καὶ καράβοις,
ἐντευθενὶ δ' ἀλλᾶσι καὶ περικόμμασιν,
τῃδὶ δ' ἀφύαισι, τῇδε δ' αὖ ταγηνίαις·
τεμάχη δ' ἄνωθεν αὐτόματα πεπνιγμένα
εἰς τὸ στόμ' ᾄττει, τὰ δὲ παρ' αὐτὼ τὼ πόδε,
ἄμυλοι δὲ περινάουσιν ἡμῖν ἐν κύκλῳ.