Ancient Greek · ~1 min
Play Phi, lines Fragment tit-3
Metagenes Comic., Fragmenta Fragment tit-4-3
Not analysed yet
ΦΙΛΟΘΥΤΗΣ.
Κατ' ἐπεισόδιον μεταβάλλω τὸν λόγον, ὡς ἂν
καιναῖσι παροψίσι καὶ πολλαῖς εὐωχήσω τὸ θέατρον.
Ὦ πολῖται δεινὰ πάσχω. Β. τίς πολίτης δ' ἐστὶ νῦν
πλὴν ἄρ' ἢ Σάκας ὁ Μυσὸς καὶ τὸ Καλλίου νόθον;
δίμυξον ἢ τρίμυξον ὡς ἐμοὶ δοκεῖ.