Ancient Greek · ~2 min
1.3 to 1.4
Methodius, Adversus Porphyrium (Fragmenta) 1.3-4
Not analysed yet
τούτου γὰρ ἕνεκα καὶ σάρκα ἐφόρεσεν ὁ κύριος Ἰησοῦς, καὶ ἄνθρωπος ἐγέν· ετο καὶ προσηλώθη τῷ σταυρῶ̣ οἰκονομούμενος, ὅπως δι' ἡς σαρκὸς οἱ δαίμονες ἀναδεῖξαι θεοὺς ἠλαζονεύσαντο, πρὸς θάνατον τὰς ψυχὰς μεθόδοις ἀπάτης ἀγκιστρευσάμενοι, διὰ ταύτης ἀνατραπέντες κατοπτευθῶσιν οὐκ ὄντες θεοί. κωλύων γὰρ ἐπὶ πλέον άρθῆναι τὴν μεγαλάύχησιν αὐτῶν ἄνθρωπος ἐγένετο, ἵνα δὴ δι᾿ οὗ σώματος τὸ λογικὸν γένος τῆς ὄντος ἀπαλλοτριώσαντες θεοῦ θρησκείας ἐλυμήναντο, διὰ τούτου ἀρρήτοις τέχναις σοφίας τὸν λόγον χωρήσαντος ὀλετῆρες ἐλεγχθῶσιν, ἀλλ’ οὐκ εὐεργέται τῶν ψυχῶν.