Ancient Greek
Chapter 1
Methodius, Adversus Porphyrium (Fragmenta) 1.5
Not analysed yet
Οὐκ ἠν μὲν οὐν οὐδὲν θαυμαστὸν τῷ Χριστῷ τοῦ θεοῦ καταπλήξει >δυνάμεως ἀτρέπτου μεγέθει τὰς ἀντιστατικὰς φύσεις τῶν δαιμόνων. ἀλλ᾿ ἐπειδὴ ἄχος αὐτοῖς δὴ καὶ τοῦτο προσέφερεν νικηθῆναι γὰρ ὑπὸ τοῦ κρείττονος μᾶλλον ἂν εἵλοντο), διὰ τοῦτο δἰ ἀνθρώπου τὴν ἐπὶ σωτηρίᾳ πάντων ᾠκονομήσατο ἔκβασιν, ὅπως οἱ μέν, τῆς ζωῆς αὑτοῖς αὐτῆς σωματικῶς καὶ τῆς ἀληθείας ἐνσκηψάσης, οἱ ἄνθρωποι πρὸς τὴν μόρφωσιν ἀναδραμεῖν καὶ τὸν φωτισμὸν ἐπέσχωσιν τοῦ λόγου, τὰ τῆς ἁμαρτίας θέλγητρα, οἱ δὲ πρὸς τοῦ ἀσθενεστέρου νικηθέντες καὶ καταπεφρονημένοι οἱ δαίμονες λήξωσι τοῦ θράσους, τῆς κατὰ τὸν Τυφῶνα δεθέντες φλεγμονῆς.