Ancient Greek · ~2 min
Chapter 12
Methodius, De Creatis (Fragmenta Ap. Photium, Bibl. Cod. 235) 12.2
Not analysed yet
εἰ δὲ φιλοφρονοῖτο διαφέρεσθαι πρὸς ταῦτά τις, πρότερον φρασάτω εἰ μὴ εὐαρίθμητος ἀπὸ τῆς τοῦ κόσμου γενέσεως κατὰ τὴν Μωσέως βίβλον τοῖς οῦτως αὐτὴν ἐκλαμβανομένοις ὁ χρόνος ἔσται, τῆς προφητικῆς καὶ ἐνθάδε βοώσης φωνῆς »ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος σὺ εἶ· ὅτι χίλια ἔτη ἐν ὀφθαλμοῖς σου ὡς ἡμέρα ἡ χθές, ἥτις διῆλθε, καὶ φυλακὴ ἐν νυκτί«. χιλίων γὰρ ἐτῶν περιοριζομένων εἰς μίαν ἡμέραν ἐν ὀφθαλμοῖς θεοῦ, ἀπὸ τῆς τοῦ κόσμου γενέσεως μέχρι καταπαύσεως . . μέχρις ἡμῶν, ὡς οἱ περὶ ἓξ ἡμέραι συμπεραιοῦνται (ἑξακισχιλιοστὸν